TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 741
Previous part

Chapter: 6 
Verse: 1  Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν ϕίλον,
παραδώσεις σὴν χεῖρα ἐχθρῷ·
Verse: 2 
παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη,
καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.
Verse: 3 
ποίει, υἱέ, ἐγώ σοι ἐντέλλομαι, καὶ σῴζου
ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν ϕίλον
ἴθι μὴ ἐκλυόμενος,
παρόξυνε δὲ καὶ τὸν ϕίλον σου, ὃν ἐνεγυήσω·
Verse: 4 
μὴ δῷς ὕπνον σοῖς ὄμμασιν
μηδὲ ἐπινυστάξῃς σοῖς βλεϕάροις,
Verse: 5 
ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων
καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.
Verse: 6 
῎Ιθι πρὸς τὸν μύρμηκα, ὀκνηρέ,
καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ
καὶ γενοῦ ἐκείνου σοϕώτερος·
Verse: 7 
ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος
μηδὲ τὸν ἀναγκάζοντα ἔχων
μηδὲ ὑπὸ δεσπότην ὢν
Verse: 8 
ἑτοιμάζεται θέρους τὴν τροϕὴν
πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.
Verse: 8a 
πορεύθητι πρὸς τὴν μέλισσαν
καὶ μάθε ὡς ἐργάτις ἐστὶν
τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται,
Verse: 8b 
ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσϕέρονται,
ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος·
Verse: 8c 
καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής,
τὴν σοϕίαν τιμήσασα προήχθη.
Verse: 9 
ἕως τίνος, ὀκνηρέ, κατάκεισαι;
πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ;
Verse: 10 
ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις,
ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη·
Verse: 11 
εἶτ' ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος πενία
καὶ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.
Verse: 11a 
ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ἀμητός σου,
δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.
Verse: 12 
᾽Ανὴρ ἄϕρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·
Verse: 13 
δ' αὐτὸς ἐννεύει ὀϕθαλμῷ, σημαίνει δὲ ποδί,
διδάσκει δὲ ἐννεύμασιν δακτύλων,
Verse: 14 
διεστραμμένῃ δὲ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ·
τοιοῦτος ταραχὰς συνίστησιν πόλει.
Verse: 15 
διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἀπώλεια αὐτοῦ,
διακοπὴ καὶ συντριβὴ ἀνίατος.
Verse: 16 
ὅτι χαίρει πᾶσιν, οἷς μισεῖ κύριος,
συντρίβεται δὲ δι' ἀκαθαρσίαν ψυχῆς·
Verse: 17 
ὀϕθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,
χεῖρες ἐκχέουσαι αἷμα δικαίου
Verse: 18 
καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς
καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν·
Verse: 19 
ἐκκαίει ψεύδη μάρτυς ἄδικος
καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελϕῶν.
Verse: 20 
Υἱέ, ϕύλασσε νόμους πατρός σου
καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
Verse: 21 
ἄϕαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντὸς
καὶ ἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.
Verse: 22 
ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω·
ὡς δ' ἂν καθεύδῃς, ϕυλασσέτω σε,
ἵνα ἐγειρομένῳ συλλαλῇ σοι·
Verse: 23 
ὅτι λύχνος ἐντολὴ νόμου καὶ ϕῶς,
καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία
Verse: 24 
τοῦ διαϕυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου
καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
Verse: 25 
μή σε νικήσῃ κάλλους ἐπιθυμία,
μηδὲ ἀγρευθῇς σοῖς ὀϕθαλμοῖς
μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεϕάρων·
Verse: 26 
τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,
γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.
Verse: 27 
ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;
Verse: 28 
περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει;
Verse: 29 
οὕτως εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον,
οὐκ ἀθῳωθήσεται οὐδὲ πᾶς ἁπτόμενος αὐτῆς.
Verse: 30 
οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων,
κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·
Verse: 31 
ἐὰν δὲ ἁλῷ, ἀποτείσει ἑπταπλάσια
καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν.
Verse: 32 
δὲ μοιχὸς δι' ἔνδειαν ϕρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται,
Verse: 33 
ὀδύνας τε καὶ ἀτιμίας ὑποϕέρει,
τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειϕθήσεται εἰς τὸν αἰῶνα.
Verse: 34 
μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς·
οὐ ϕείσεται ἐν ἡμέρᾳ κρίσεως,
Verse: 35 
οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν
οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.