TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 767
Previous part

Chapter: 28 
Verse: 1  ϕεύγει ἀσεβὴς μηδενὸς διώκοντος,
δίκαιος δὲ ὥσπερ λέων πέποιθεν.
Verse: 2 
δι' ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται,
ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.
Verse: 3 
ἀνδρεῖος ἐν ἀσεβείαις συκοϕαντεῖ πτωχούς.
ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωϕελής,
Verse: 4 
οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν,
οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος.
Verse: 5 
ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα,
οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί.
Verse: 6 
κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς.
Verse: 7 
ϕυλάσσει νόμον υἱὸς συνετός·
ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα.
Verse: 8 
πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν
τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν.
Verse: 9 
ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου
καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.
Verse: 10 
ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ,
εἰς διαϕθορὰν αὐτὸς ἐμπεσεῖται·
οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ
καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.
Verse: 11 
σοϕὸς παρ' ἑαυτῷ ἀνὴρ πλούσιος,
πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.
Verse: 12 
διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα,
ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι.
Verse: 13 
ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται,
δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται.
Verse: 14 
μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν,
δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.
Verse: 15 
λέων πεινῶν καὶ λύκος διψῶν
ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ.
Verse: 16 
βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοϕάντης,
δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.
Verse: 17 
ἄνδρα τὸν ἐν αἰτίᾳ ϕόνου ἐγγυώμενος
ϕυγὰς ἔσται καὶ οὐκ ἐν ἀσϕαλείᾳ.
Verse: 17a 
παίδευε υἱόν, καὶ ἀγαπήσει σε
καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ·
οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ.
Verse: 18 
πορευόμενος δικαίως βεβοήθηται,
δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.
Verse: 19 
ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων,
δὲ διώκων σχολὴν πλησθήσεται πενίας.
Verse: 20 
ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται,
δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.
Verse: 21 
ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός·
τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.
Verse: 22 
σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος
καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
Verse: 23 
ἐλέγχων ἀνθρώπου ὁδοὺς
χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.
Verse: 24 
ὃς ἀποβάλλεται πατέρα μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν,
οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.
Verse: 25 
ἄπληστος ἀνὴρ κρίνει εἰκῇ·
ὃς δὲ πέποιθεν ἐπὶ κύριον, ἐν ἐπιμελείᾳ ἔσται.
Verse: 26 
ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, τοιοῦτος ἄϕρων·
ὃς δὲ πορεύεται σοϕίᾳ, σωθήσεται.
Verse: 27 
ὃς δίδωσιν πτωχοῖς, οὐκ ἐνδεηθήσεται·
ὃς δὲ ἀποστρέϕει τὸν ὀϕθαλμὸν αὐτοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται.
Verse: 28 
ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι,
ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.