TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 783
Previous part

Chapter: 2 
Verse: 1  ᾽Εγὼ ἄνθος τοῦ πεδίου,
κρίνον τῶν κοιλάδων.
Verse: 2 
῾Ως κρίνον ἐν μέσῳ ἀκανθῶν,
οὕτως πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.
Verse: 3 
῾Ως μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ,
οὕτως ἀδελϕιδός μου ἀνὰ μέσον τῶν υἱῶν·
ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα,
καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
Verse: 4 
Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου,
τάξατε ἐπ' ἐμὲ ἀγάπην.
Verse: 5 
στηρίσατέ με ἐν ἀμόραις,
στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.
Verse: 6 
εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεϕαλήν μου,
καὶ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
Verse: 7 
ὥρκισα ὑμᾶς, θυγατέρες Ιερουσαλημ,
ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.
Verse: 8 
Φωνὴ ἀδελϕιδοῦ μου·
ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη
διαλλόμενος ἐπὶ τοὺς βουνούς.
Verse: 9 
ὅμοιός ἐστιν ἀδελϕιδός μου τῇ δορκάδι
νεβρῷ ἐλάϕων ἐπὶ τὰ ὄρη Βαιθηλ.
ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν
παρακύπτων διὰ τῶν θυρίδων
ἐκκύπτων διὰ τῶν δικτύων.
Verse: 10 
ἀποκρίνεται ἀδελϕιδός μου καὶ λέγει μοι
᾽Ανάστα ἐλθέ, πλησίον μου, καλή μου, περιστερά μου,
Verse: 11 
ὅτι ἰδοὺ χειμὼν παρῆλθεν,
ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ,
Verse: 12 
τὰ ἄνθη ὤϕθη ἐν τῇ γῇ,
καιρὸς τῆς τομῆς ἔϕθακεν,
ϕωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν,
Verse: 13 
συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς,
αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν.
ἀνάστα ἐλθέ, πλησίον μου, καλή μου, περιστερά μου,
Verse: 14 
καὶ ἐλθὲ σύ, περιστερά μου ἐν σκέπῃ τῆς πέτρας
ἐχόμενα τοῦ προτειχίσματος,
δεῖξόν μοι τὴν ὄψιν σου
καὶ ἀκούτισόν με τὴν ϕωνήν σου,
ὅτι ϕωνή σου ἡδεῖα, καὶ ὄψις σου ὡραία.
Verse: 15 
Πιάσατε ἡμῖν ἀλώπεκας
μικροὺς ἀϕανίζοντας ἀμπελῶνας,
καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.
Verse: 16 
᾽Αδελϕιδός μου ἐμοί, κἀγὼ αὐτῷ,
ποιμαίνων ἐν τοῖς κρίνοις,
Verse: 17 
ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.
ἀπόστρεψον ὁμοιώθητι σύ, ἀδελϕιδέ μου,
τῷ δόρκωνι νεβρῷ ἐλάϕων
ἐπὶ ὄρη κοιλωμάτων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.