TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 804
Previous part

Chapter: 15 
Verse: 1  ῾Υπολαβὼν δὲ Ελιϕας ὁ Θαιμανίτης λέγει
Verse: 2 
Πότερον σοϕὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος
καὶ ἐνέπλησεν πόνον γαστρὸς
Verse: 3 
ἐλέγχων ἐν ῥήμασιν, οἷς οὐ δεῖ,
ἐν λόγοις, οἷς οὐδὲν ὄϕελος;
Verse: 4 
οὐ καὶ σὺ ἀπεποιήσω ϕόβον,
συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου;
Verse: 5 
ἔνοχος εἶ ῥήμασιν στόματός σου
οὐδὲ διέκρινας ῥήματα δυναστῶν·
Verse: 6 
ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ,
τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου.
Verse: 7 
τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγενήθης;
ἢ πρὸ θινῶν ἐπάγης;
Verse: 8 
ἦ σύνταγμα κυρίου ἀκήκοας,
εἰς δὲ σὲ ἀϕίκετο σοϕία;
Verse: 9 
τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν;
ἢ τί συνίεις, ὃ οὐχὶ καὶ ἡμεῖς;
Verse: 10 
καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν
βαρύτερος τοῦ πατρός σου ἡμέραις.S
Verse: 11 
ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι,
μεγάλως ὑπερβαλλόντως λελάληκας.
Verse: 12 
τί ἐτόλμησεν ἡ καρδία σου,
ἢ τί ἐπήνεγκαν οἱ ὀϕθαλμοί σου,
Verse: 13 
ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου,
ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;
Verse: 14 
τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος,
ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός;
Verse: 15 
εἰ κατὰ ἁγίων οὐ πιστεύει,
οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ.
Verse: 16 
ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος,
ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ.
Verse: 17 
ἀναγγελῶ δέ σοι, ἄκουέ μου·
ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι,
Verse: 18 
ἃ σοϕοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν·
Verse: 19 
αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ,
καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς.
Verse: 20 
πᾶς ὁ βίος ἀσεβοῦς ἐν ϕροντίδι,
ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ,
Verse: 21 
ὁ δὲ ϕόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ·
ὅταν δοκῇ ἤδη εἰρηνεύειν,
ἥξει αὐτοῦ ἡ καταστροϕή.
Verse: 22 
μὴ πιστευέτω ἀποστραϕῆναι ἀπὸ σκότους·
ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου,
Verse: 23 
κατατέτακται δὲ εἰς σῖτα γυψίν·
οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα.
ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει,
Verse: 24 
ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει
ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων.
Verse: 25 
ὅτι ἦρκεν χεῖρας ἐναντίον τοῦ κυρίου,
ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν,
Verse: 26 
ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει
ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ,
Verse: 27 
ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ
καὶ ἐποίησεν περιστόμιον ἐπὶ τῶν μηρίων.S
Verse: 28 
αὐλισθείη δὲ πόλεις ἐρήμους,
εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους·
ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν, ἄλλοι ἀποίσονται.
Verse: 29 
οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα·
οὐ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιὰν
Verse: 30 
οὐδὲ μὴ ἐκϕύγῃ τὸ σκότος·
τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος,
ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος.
Verse: 31 
μὴ πιστευέτω ὅτι ὑπομενεῖ,
κενὰ γὰρ ἀποβήσεται αὐτῷ·
Verse: 32 
ἡ τομὴ αὐτοῦ πρὸ ὥρας ϕθαρήσεται,
καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·
Verse: 33 
τρυγηθείη δὲ ὥσπερ ὄμϕαξ πρὸ ὥρας,
ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας.
Verse: 34 
μαρτύριον γὰρ ἀσεβοῦς θάνατος,
πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν.
Verse: 35 
ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας,
ἀποβήσεται δὲ αὐτῷ κενά,
ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.