TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 807
Previous part

Chapter: 18 
Verse: 1  ῾Υπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
Verse: 2 
Μέχρι τίνος οὐ παύσῃ;
ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.
Verse: 3 
διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;
Verse: 4 
κέχρηταί σοι ὀργή.
τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ' οὐρανόν;
ἢ καταστραϕήσεται ὄρη ἐκ θεμελίων;
Verse: 5 
καὶ ϕῶς ἀσεβῶν σβεσθήσεται,
καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ ϕλόξ·
Verse: 6 
τὸ ϕῶς αὐτοῦ σκότος ἐν διαίτῃ,
ὁ δὲ λύχνος ἐπ' αὐτῷ σβεσθήσεται.
Verse: 7 
θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ,
σϕάλαι δὲ αὐτοῦ ἡ βουλή.
Verse: 8 
ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι·
ἐν δικτύῳ ἑλιχθείη.
Verse: 9 
ἔλθοισαν δὲ ἐπ' αὐτὸν παγίδες·
κατισχύσει ἐπ' αὐτὸν διψῶντας.
Verse: 10 
κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ
καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.S
Verse: 11 
κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι,
πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ.
Verse: 12 
πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.
Verse: 13 
βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν,
κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος.
Verse: 14 
ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις,
σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.
Verse: 15 
κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ,
κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.
Verse: 16 
ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται,
καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.S
Verse: 17 
τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς,
καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω.S
Verse: 18 
ἀπώσειεν αὐτὸν ἐκ ϕωτὸς εἰς σκότος.
Verse: 19 
οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ,
οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ' οὐρανὸν ὁ οἶκος αὐτοῦ,
ἀλλ' ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.
Verse: 20 
ἐπ' αὐτῷ ἐστέναξαν ἔσχατοι,
πρώτους δὲ ἔσχεν θαῦμα.
Verse: 21 
οὗτοί εἰσιν οἶκοι ἀδίκων,
οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.