TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 836
Previous part

Chapter: 5 
Verse: 1  Τότε στήσεται ἐν παρρησίᾳ πολλῇ ὁ δίκαιος
κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν
καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ.
Verse: 2 
ἰδόντες ταραχθήσονται ϕόβῳ δεινῷ
καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας·
Verse: 3 
ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες
καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται καὶ ἐροῦσιν
Verse: 4 
Οὗτος ἦν, ὃν ἔσχομέν ποτε εἰς γέλωτα
καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄϕρονες·
τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν
καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον.
Verse: 5 
πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ
καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν;
Verse: 6 
ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας,
καὶ τὸ τῆς δικαιοσύνης ϕῶς οὐκ ἐπέλαμψεν ἡμῖν,
καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν·
Verse: 7 
ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας
καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους,
τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐπέγνωμεν.
Verse: 8 
τί ὠϕέλησεν ἡμᾶς ἡ ὑπερηϕανία;
καὶ τί πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν;
Verse: 9 
παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ
καὶ ὡς ἀγγελία παρατρέχουσα·
Verse: 10 
ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ,
ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν
οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν·
Verse: 11 
ἢ ὡς ὀρνέου διιπτάντος ἀέρα
οὐθὲν εὑρίσκεται τεκμήριον πορείας,
πληγῇ δὲ μαστιζόμενον ταρσῶν πνεῦμα κοῦϕον
καὶ σχιζόμενον βίᾳ ῥοίζου
κινουμένων πτερύγων διωδεύθη,
καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ·
Verse: 12 
ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπὸν
τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη
ὡς ἀγνοῆσαι τὴν δίοδον αὐτοῦ·
Verse: 13 
οὕτως καὶ ἡμεῖς γεννηθέντες ἐξελίπομεν
καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι,
ἐν δὲ τῇ κακίᾳ ἡμῶν κατεδαπανήθημεν.
Verse: 14 
ὅτι ἐλπὶς ἀσεβοῦς ὡς ϕερόμενος χνοῦς ὑπὸ ἀνέμου
καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτὴ
καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη
καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσεν.
Verse: 15 
Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν,
καὶ ἐν κυρίῳ ὁ μισθὸς αὐτῶν,
καὶ ἡ ϕροντὶς αὐτῶν παρὰ ὑψίστῳ.
Verse: 16 
διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας
καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς κυρίου,
ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς
καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Verse: 17 
λήμψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ
καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν·
Verse: 18 
ἐνδύσεται θώρακα δικαιοσύνην
καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον·
Verse: 19 
λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα,
Verse: 20 
ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομϕαίαν,
συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράϕρονας.
Verse: 21 
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεϕῶν ἐπὶ σκοπὸν ἁλοῦνται,
Verse: 22 
καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιϕήσονται χάλαζαι·
ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης,
ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως·
Verse: 23 
ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως
καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς·
καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.