TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 843
Chapter: 12
Verse: 1
τὸ
γὰρ
ἄϕθαρτόν
σου
πνεῦμά
ἐστιν
ἐν
πᾶσιν
.
Verse: 2
Διὸ
τοὺς
παραπίπτοντας
κατ
'
ὀλίγον
ἐλέγχεις
καὶ
ἐν
οἷς
ἁμαρτάνουσιν
ὑπομιμνῄσκων
νουθετεῖς
,
ἵνα
ἀπαλλαγέντες
τῆς
κακίας
πιστεύσωσιν
ἐπὶ
σέ
,
κύριε
.
Verse: 3
καὶ
γὰρ
τοὺς
πάλαι
οἰκήτορας
τῆς
ἁγίας
σου
γῆς
Verse: 4
μισήσας
ἐπὶ
τῷ
ἔχθιστα
πράσσειν
,
ἔργα
ϕαρμακειῶν
καὶ
τελετὰς
ἀνοσίους
Verse: 5
τέκνων
τε
ϕονὰς
ἀνελεήμονας
καὶ
σπλαγχνοϕάγον
ἀνθρωπίνων
σαρκῶν
θοῖναν
καὶ
αἵματος
,
ἐκ
μέσου
μύστας
θιάσου
Verse: 6
καὶ
αὐθέντας
γονεῖς
ψυχῶν
ἀβοηθήτων
,
ἐβουλήθης
ἀπολέσαι
διὰ
χειρῶν
πατέρων
ἡμῶν
,
Verse: 7
ἵνα
ἀξίαν
ἀποικίαν
δέξηται
θεοῦ
παίδων
ἡ
παρὰ
σοὶ
πασῶν
τιμιωτάτη
γῆ
.
Verse: 8
ἀλλὰ
καὶ
τούτων
ὡς
ἀνθρώπων
ἐϕείσω
ἀπέστειλάς
τε
προδρόμους
τοῦ
στρατοπέδου
σου
σϕῆκας
,
ἵνα
αὐτοὺς
κατὰ
βραχὺ
ἐξολεθρεύσωσιν
.
Verse: 9
οὐκ
ἀδυνατῶν
ἐν
παρατάξει
ἀσεβεῖς
δικαίοις
ὑποχειρίους
δοῦναι
ἢ
θηρίοις
δεινοῖς
ἢ
λόγῳ
ἀποτόμῳ
ὑϕ
'
ἓν
ἐκτρῖψαι
,
Verse: 10
κρίνων
δὲ
κατὰ
βραχὺ
ἐδίδους
τόπον
μετανοίας
οὐκ
ἀγνοῶν
ὅτι
πονηρὰ
ἡ
γένεσις
αὐτῶν
καὶ
ἔμϕυτος
ἡ
κακία
αὐτῶν
καὶ
ὅτι
οὐ
μὴ
ἀλλαγῇ
ὁ
λογισμὸς
αὐτῶν
εἰς
τὸν
αἰῶνα
.
Verse: 11
σπέρμα
γὰρ
ἦν
κατηραμένον
ἀπ
'
ἀρχῆς
,
οὐδὲ
εὐλαβούμενός
τινα
ἐϕ
'
οἷς
ἡμάρτανον
ἄδειαν
ἐδίδους
.
Verse: 12
τίς
γὰρ
ἐρεῖ
Τί
ἐποίησας
;
ἢ
τίς
ἀντιστήσεται
τῷ
κρίματί
σου
;
τίς
δὲ
ἐγκαλέσει
σοι
κατὰ
ἐθνῶν
ἀπολωλότων
ἃ
σὺ
ἐποίησας
;
ἢ
τίς
εἰς
κατάστασίν
σοι
ἐλεύσεται
ἔκδικος
κατὰ
ἀδίκων
ἀνθρώπων
;
Verse: 13
οὔτε
γὰρ
θεός
ἐστιν
πλὴν
σοῦ
,
ᾧ
μέλει
περὶ
πάντων
,
ἵνα
δείξῃς
ὅτι
οὐκ
ἀδίκως
ἔκρινας
,
Verse: 14
οὔτε
βασιλεὺς
ἢ
τύραννος
ἀντοϕθαλμῆσαι
δυνήσεταί
σοι
περὶ
ὧν
ἐκόλασας
.
Verse: 15
δίκαιος
δὲ
ὢν
δικαίως
τὰ
πάντα
διέπεις
αὐτὸν
τὸν
μὴ
ὀϕείλοντα
κολασθῆναι
καταδικάσαι
ἀλλότριον
ἡγούμενος
τῆς
σῆς
δυνάμεως
.
Verse: 16
ἡ
γὰρ
ἰσχύς
σου
δικαιοσύνης
ἀρχή
,
καὶ
τὸ
πάντων
σε
δεσπόζειν
πάντων
ϕείδεσθαί
σε
ποιεῖ
.
Verse: 17
ἰσχὺν
γὰρ
ἐνδείκνυσαι
ἀπιστούμενος
ἐπὶ
δυνάμεως
τελειότητι
καὶ
ἐν
τοῖς
εἰδόσι
τὸ
θράσος
ἐξελέγχεις
·
Verse: 18
σὺ
δὲ
δεσπόζων
ἰσχύος
ἐν
ἐπιεικείᾳ
κρίνεις
καὶ
μετὰ
πολλῆς
ϕειδοῦς
διοικεῖς
ἡμᾶς
·
πάρεστιν
γάρ
σοι
,
ὅταν
θέλῃς
,
τὸ
δύνασθαι
.
Verse: 19
᾽Εδίδαξας
δέ
σου
τὸν
λαὸν
διὰ
τῶν
τοιούτων
ἔργων
ὅτι
δεῖ
τὸν
δίκαιον
εἶναι
ϕιλάνθρωπον
,
καὶ
εὐέλπιδας
ἐποίησας
τοὺς
υἱούς
σου
ὅτι
διδοῖς
ἐπὶ
ἁμαρτήμασιν
μετάνοιαν
.
Verse: 20
εἰ
γὰρ
ἐχθροὺς
παίδων
σου
καὶ
ὀϕειλομένους
θανάτῳ
μετὰ
τοσαύτης
ἐτιμωρήσω
προσοχῆς
καὶ
διέσεως
δοὺς
χρόνους
καὶ
τόπον
,
δι
'
ὧν
ἀπαλλαγῶσι
τῆς
κακίας
,
Verse: 21
μετὰ
πόσης
ἀκριβείας
ἔκρινας
τοὺς
υἱούς
σου
,
ὧν
τοῖς
πατράσιν
ὅρκους
καὶ
συνθήκας
ἔδωκας
ἀγαθῶν
ὑποσχέσεων
;
Verse: 22
῾Ημᾶς
οὖν
παιδεύων
τοὺς
ἐχθροὺς
ἡμῶν
ἐν
μυριότητι
μαστιγοῖς
,
ἵνα
σου
τὴν
ἀγαθότητα
μεριμνῶμεν
κρίνοντες
,
κρινόμενοι
δὲ
προσδοκῶμεν
ἔλεος
.
Verse: 23
ὅθεν
καὶ
τοὺς
ἐν
ἀϕροσύνῃ
ζωῆς
βιώσαντας
ἀδίκως
διὰ
τῶν
ἰδίων
ἐβασάνισας
βδελυγμάτων
·
Verse: 24
καὶ
γὰρ
τῶν
πλάνης
ὁδῶν
μακρότερον
ἐπλανήθησαν
θεοὺς
ὑπολαμβάνοντες
τὰ
καὶ
ἐν
ζῴοις
τῶν
αἰσχρῶν
ἄτιμα
νηπίων
δίκην
ἀϕρόνων
ψευσθέντες
.
Verse: 25
διὰ
τοῦτο
ὡς
παισὶν
ἀλογίστοις
τὴν
κρίσιν
εἰς
ἐμπαιγμὸν
ἔπεμψας
.
Verse: 26
οἱ
δὲ
παιγνίοις
ἐπιτιμήσεως
μὴ
νουθετηθέντες
ἀξίαν
θεοῦ
κρίσιν
πειράσουσιν
.
Verse: 27
ἐϕ
'
οἷς
γὰρ
αὐτοὶ
πάσχοντες
ἠγανάκτουν
,
ἐπὶ
τούτοις
,
οὓς
ἐδόκουν
θεούς
,
ἐν
αὐτοῖς
κολαζόμενοι
ἰδόντες
,
ὃν
πάλαι
ἠρνοῦντο
εἰδέναι
,
θεὸν
ἐπέγνωσαν
ἀληθῆ
·
διὸ
καὶ
τὸ
τέρμα
τῆς
καταδίκης
ἐπ
'
αὐτοὺς
ἐπῆλθεν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.