TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 899
Previous part

Chapter: 48 
Verse: 1    Καὶ ἀνέστη Ηλιας προϕήτης ὡς πῦρ,
   
καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
Verse: 2    
ὃς ἐπήγαγεν ἐπ' αὐτοὺς λιμὸν
   
καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·
Verse: 3    
ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν,
   
κατήγαγεν οὕτως τρὶς πῦρ.
Verse: 4    
ὡς ἐδοξάσθης, Ηλια, ἐν θαυμασίοις σου·
   
καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;
Verse: 5    
ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου
   
καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου·
Verse: 6    
ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν
   
καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
Verse: 7    
ἀκούων ἐν Σινα ἐλεγμὸν
   
καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως·
Verse: 8    
ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα
   
καὶ προϕήτας διαδόχους μετ' αὐτόν·
Verse: 9    
ὁ ἀναλημϕθεὶς ἐν λαίλαπι πυρὸς
   
ἐν ἅρματι ἵππων πυρίνων·
Verse: 10    
ὁ καταγραϕεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς
   
κοπάσαι ὀργὴν πρὸ θυμοῦ,
   
ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν
   
καὶ καταστῆσαι ϕυλὰς Ιακωβ.
Verse: 11    
μακάριοι οἱ ἰδόντες σε
   
καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι·
   
καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.
Verse: 12    
Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσθη,
   
καὶ Ελισαιε ἐνεπλήσθη πνεύματος αὐτοῦ·
   
καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος,
   
καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.
Verse: 13    
πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν,
   
καὶ ἐν κοιμήσει ἐπροϕήτευσεν τὸ σῶμα αὐτοῦ·
Verse: 14    
καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα,
   
καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.
Verse: 15    
᾽Εν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαὸς
   
καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν,
   
ἕως ἐπρονομεύθησαν ἀπὸ γῆς αὐτῶν
   
καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ.
Verse: 16    
καὶ κατελείϕθη ὁ λαὸς ὀλιγοστός,
   
καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυιδ·
   
τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν,
   
τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.
Verse: 17    
Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ
   
καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ,
   
ὤρυξεν σιδήρῳ ἀκρότομον
   
καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα.
Verse: 18    
ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηριμ
   
καὶ ἀπέστειλεν Ραψακην, καὶ ἀπῆρεν·
   
καὶ ἐπῆρεν χεῖρα αὐτοῦ ἐπὶ Σιων
   
καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηϕανίᾳ αὐτοῦ.
Verse: 19    
τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν,
   
καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·
Verse: 20    
καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα
   
ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν.
   
καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν
   
καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου·
Verse: 21    
ἐπάταξεν τὴν παρεμβολὴν τῶν ᾽Ασσυρίων,
   
καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.
Verse: 22    
ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίῳ
   
καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ,
   
ἃς ἐνετείλατο Ησαιας ὁ προϕήτης
   
ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
Verse: 23    
ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος
   
καὶ προσέθηκεν ζωὴν βασιλεῖ.
Verse: 24    
πνεύματι μεγάλῳ εἶδεν τὰ ἔσχατα
   
καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σιων.
Verse: 25    
ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα
   
καὶ τὰ ἀπόκρυϕα πρὶν ἢ παραγενέσθαι αὐτά.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.