TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 905
Previous part

Chapter: 3 
Verse: 0  Ψαλμὸς τῷ Σαλωμων· περὶ δικαίων.
Verse: 1 
῞Ινα τί ὑπνοῖς, ψυχή, καὶ οὐκ εὐλογεῖς τὸν κύριον;
ὕμνον καινὸν ψάλατε τῷ θεῷ τῷ αἰνετῷ.
Verse: 2 
ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ,
ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας.
Verse: 3 
δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου,
ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου.
Verse: 4 
οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ κυρίου,
ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔναντι κυρίου.
Verse: 5 
Προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον,
ἔπεσεν καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός,
ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτοῦ.
Verse: 6 
ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν,
οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐϕ' ἁμαρτίαν·
Verse: 7 
ἐπισκέπτεται διὰ παντὸς τὸν οἶκον αὐτοῦ ὁ δίκαιος
τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ.
Verse: 8 
ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχῆς αὐτοῦ,
καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν οἶκον αὐτοῦ.
Verse: 9 
Προσέκοψεν ἁμαρτωλὸς καὶ καταρᾶται ζωὴν αὐτοῦ,
τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὠδῖνας μητρός.
Verse: 10 
προσέθηκεν ἁμαρτίας ἐϕ' ἁμαρτίας τῇ ζωῇ αὐτοῦ·
ἔπεσεν, ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ, καὶ οὐκ ἀναστήσεται.
Verse: 11 
ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα,
καὶ οὐ μνησθήσεται, ὅταν ἐπισκέπτηται δικαίους.
Verse: 12 
αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα·
οἱ δὲ ϕοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον,
καὶ ἡ ζωὴ αὐτῶν ἐν ϕωτὶ κυρίου καὶ οὐκ ἐκλείψει ἔτι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.