TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 920
Previous part

Chapter: 18 
Verse: 0  Ψαλμὸς τῷ Σαλωμων· ἔτι τοῦ χριστοῦ κυρίου.
Verse: 1 
Κύριε, τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα,
ἡ χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ Ισραηλ·
Verse: 2 
οἱ ὀϕθαλμοί σου ἐπιβλέποντες ἐπ' αὐτά, καὶ οὐχ ὑστερήσει ἐξ αὐτῶν·
τὰ ὦτά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι.
Verse: 3 
τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους,
καὶ ἡ ἀγάπη σου ἐπὶ σπέρμα Αβρααμ υἱοὺς Ισραηλ.
Verse: 4 
ἡ παιδεία σου ἐϕ' ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ
ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοίᾳ.
Verse: 5 
καθαρίσαι ὁ θεὸς Ισραηλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ,
εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ.
Verse: 6 
Μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις
ἰδεῖν τὰ ἀγαθὰ κυρίου, ἃ ποιήσει γενεᾷ τῇ ἐρχομένῃ
Verse: 7 
ὑπὸ ῥάβδον παιδείας χριστοῦ κυρίου ἐν ϕόβῳ θεοῦ αὐτοῦ
ἐν σοϕίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος
Verse: 8 
κατευθῦναι ἄνδρα ἐν ἔργοις δικαιοσύνης ϕόβῳ θεοῦ
καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον κυρίου
Verse: 9 
γενεὰ ἀγαθὴ ἐν ϕόβῳ θεοῦ ἐν ἡμέραις ἐλέους.
διάψαλμα.
Verse: 10 
Μέγας ἡμῶν ὁ θεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις κατοικῶν
ὁ διατάξας ἐν πορείᾳ ϕωστῆρας εἰς καιροὺς ὡρῶν ἀϕ' ἡμερῶν εἰς ἡμέρας
καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς·
Verse: 11 
ἐν ϕόβῳ θεοῦ ἡ ὁδὸς αὐτῶν καθ' ἑκάστην ἡμέραν
ἀϕ' ἧς ἡμέρας ἔκτισεν αὐτοὺς ὁ θεὸς καὶ ἕως αἰῶνος·
Verse: 12 
καὶ οὐκ ἐπλανήθησαν ἀϕ' ἧς ἡμέρας ἔκτισεν αὐτούς,
ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν,
εἰ μὴ ὁ θεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ.





Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.