TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 940
Chapter: 6
Verse: 1
Οὐαὶ
τοῖς
ἐξουθενοῦσιν
Σιων
καὶ
τοῖς
πεποιθόσιν
ἐπὶ
τὸ
ὄρος
Σαμαρείας
·
ἀπετρύγησαν
ἀρχὰς
ἐθνῶν
,
καὶ
εἰσῆλθον
αὐτοί
.
οἶκος
τοῦ
Ισραηλ
,
Verse: 2
διάβητε
πάντες
καὶ
ἴδετε
καὶ
διέλθατε
ἐκεῖθεν
εἰς
Εμαθ
Ραββα
καὶ
κατάβητε
ἐκεῖθεν
εἰς
Γεθ
ἀλλοϕύλων
,
τὰς
κρατίστας
ἐκ
πασῶν
τῶν
βασιλειῶν
τούτων
,
εἰ
πλέονα
τὰ
ὅρια
αὐτῶν
ἐστιν
τῶν
ὑμετέρων
ὁρίων
.
Verse: 3
οἱ
ἐρχόμενοι
εἰς
ἡμέραν
κακήν
,
οἱ
ἐγγίζοντες
καὶ
ἐϕαπτόμενοι
σαββάτων
ψευδῶν
,
Verse: 4
οἱ
καθεύδοντες
ἐπὶ
κλινῶν
ἐλεϕαντίνων
καὶ
κατασπαταλῶντες
ἐπὶ
ταῖς
στρωμναῖς
αὐτῶν
καὶ
ἔσθοντες
ἐρίϕους
ἐκ
ποιμνίων
καὶ
μοσχάρια
ἐκ
μέσου
βουκολίων
γαλαθηνά
,
Verse: 5
οἱ
ἐπικροτοῦντες
πρὸς
τὴν
ϕωνὴν
τῶν
ὀργάνων
ὡς
ἑστῶτα
ἐλογίσαντο
καὶ
οὐχ
ὡς
ϕεύγοντα
·
Verse: 6
οἱ
πίνοντες
τὸν
διυλισμένον
οἶνον
καὶ
τὰ
πρῶτα
μύρα
χριόμενοι
καὶ
οὐκ
ἔπασχον
οὐδὲν
ἐπὶ
τῇ
συντριβῇ
Ιωσηϕ
.
Verse: 7
διὰ
τοῦτο
νῦν
αἰχμάλωτοι
ἔσονται
ἀπ
'
ἀρχῆς
δυναστῶν
,
καὶ
ἐξαρθήσεται
χρεμετισμὸς
ἵππων
ἐξ
Εϕραιμ
.
Verse: 8
ὅτι
ὤμοσεν
κύριος
καθ
'
ἑαυτοῦ
Διότι
βδελύσσομαι
ἐγὼ
πᾶσαν
τὴν
ὕβριν
Ιακωβ
καὶ
τὰς
χώρας
αὐτοῦ
μεμίσηκα
,
καὶ
ἐξαρῶ
πόλιν
σὺν
πᾶσιν
τοῖς
κατοικοῦσιν
αὐτήν
·
Verse: 9
καὶ
ἔσται
ἐὰν
ὑπολειϕθῶσιν
δέκα
ἄνδρες
ἐν
οἰκίᾳ
μιᾷ
,
καὶ
ἀποθανοῦνται
,
καὶ
ὑπολειϕθήσονται
οἱ
κατάλοιποι
,
Verse: 10
καὶ
λήμψονται
οἱ
οἰκεῖοι
αὐτῶν
καὶ
παραβιῶνται
τοῦ
ἐξενέγκαι
τὰ
ὀστᾶ
αὐτῶν
ἐκ
τοῦ
οἴκου
·
καὶ
ἐρεῖ
τοῖς
προεστηκόσι
τῆς
οἰκίας
Εἰ
ἔτι
ὑπάρχει
παρὰ
σοί
;
καὶ
ἐρεῖ
Οὐκέτι
·
καὶ
ἐρεῖ
Σίγα
,
ἕνεκα
τοῦ
μὴ
ὀνομάσαι
τὸ
ὄνομα
κυρίου
.
Verse: 11
διότι
ἰδοὺ
κύριος
ἐντέλλεται
καὶ
πατάξει
τὸν
οἶκον
τὸν
μέγαν
θλάσμασιν
καὶ
τὸν
οἶκον
τὸν
μικρὸν
ῥάγμασιν
.
Verse: 12
εἰ
διώξονται
ἐν
πέτραις
ἵπποι
;
εἰ
παρασιωπήσονται
ἐν
θηλείαις
;
ὅτι
ὑμεῖς
ἐξεστρέψατε
εἰς
θυμὸν
κρίμα
καὶ
καρπὸν
δικαιοσύνης
εἰς
πικρίαν
,
Verse: 13
οἱ
εὐϕραινόμενοι
ἐπ
'
οὐδενὶ
λόγῳ
,
οἱ
λέγοντες
Οὐκ
ἐν
τῇ
ἰσχύι
ἡμῶν
ἔσχομεν
κέρατα
;
Verse: 14
διότι
ἰδοὺ
ἐγὼ
ἐπεγείρω
ἐϕ
'
ὑμᾶς
,
οἶκος
τοῦ
Ισραηλ
,
ἔθνος
,
καὶ
ἐκθλίψουσιν
ὑμᾶς
τοῦ
μὴ
εἰσελθεῖν
εἰς
Εμαθ
καὶ
ἕως
τοῦ
χειμάρρου
τῶν
δυσμῶν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.