TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 945
Chapter: 2
Verse: 1
᾽Εγένοντο
λογιζόμενοι
κόπους
καὶ
ἐργαζόμενοι
κακὰ
ἐν
ταῖς
κοίταις
αὐτῶν
καὶ
ἅμα
τῇ
ἡμέρᾳ
συνετέλουν
αὐτά
,
διότι
οὐκ
ἦραν
πρὸς
τὸν
θεὸν
τὰς
χεῖρας
αὐτῶν
·
Verse: 2
καὶ
ἐπεθύμουν
ἀγροὺς
καὶ
διήρπαζον
ὀρϕανοὺς
καὶ
οἴκους
κατεδυνάστευον
καὶ
διήρπαζον
ἄνδρα
καὶ
τὸν
οἶκον
αὐτοῦ
,
ἄνδρα
καὶ
τὴν
κληρονομίαν
αὐτοῦ
.
Verse: 3
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
᾽Ιδοὺ
ἐγὼ
λογίζομαι
ἐπὶ
τὴν
ϕυλὴν
ταύτην
κακά
,
ἐξ
ὧν
οὐ
μὴ
ἄρητε
τοὺς
τραχήλους
ὑμῶν
καὶ
οὐ
μὴ
πορευθῆτε
ὀρθοὶ
ἐξαίϕνης
,
ὅτι
καιρὸς
πονηρός
ἐστιν
.
Verse: 4
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
λημϕθήσεται
ἐϕ
'
ὑμᾶς
παραβολή
,
καὶ
θρηνηθήσεται
θρῆνος
ἐν
μέλει
λέγων
Ταλαιπωρίᾳ
ἐταλαιπωρήσαμεν
·
μερὶς
λαοῦ
μου
κατεμετρήθη
ἐν
σχοινίῳ
,
καὶ
οὐκ
ἦν
ὁ
κωλύσων
αὐτὸν
τοῦ
ἀποστρέψαι
·
οἱ
ἀγροὶ
ἡμῶν
διεμερίσθησαν
.
Verse: 5
διὰ
τοῦτο
οὐκ
ἔσται
σοι
βάλλων
σχοινίον
ἐν
κλήρῳ
ἐν
ἐκκλησίᾳ
κυρίου
.
Verse: 6
μὴ
κλαίετε
δάκρυσιν
,
μηδὲ
δακρυέτωσαν
ἐπὶ
τούτοις
·
οὐ
γὰρ
ἀπώσεται
ὀνείδη
.
Verse: 7
ὁ
λέγων
Οἶκος
Ιακωβ
παρώργισεν
πνεῦμα
κυρίου
·
εἰ
ταῦτα
τὰ
ἐπιτηδεύματα
αὐτοῦ
ἐστιν
;
οὐχ
οἱ
λόγοι
αὐτοῦ
εἰσιν
καλοὶ
μετ
'
αὐτοῦ
καὶ
ὀρθοὶ
πεπόρευνται
;
Verse: 8
καὶ
ἔμπροσθεν
ὁ
λαός
μου
εἰς
ἔχθραν
ἀντέστη
·
κατέναντι
τῆς
εἰρήνης
αὐτοῦ
τὴν
δορὰν
αὐτοῦ
ἐξέδειραν
τοῦ
ἀϕελέσθαι
ἐλπίδα
συντριμμὸν
πολέμου
.
Verse: 9
διὰ
τοῦτο
ἡγούμενοι
λαοῦ
μου
ἀπορριϕήσονται
ἐκ
τῶν
οἰκιῶν
τρυϕῆς
αὐτῶν
,
διὰ
τὰ
πονηρὰ
ἐπιτηδεύματα
αὐτῶν
ἐξώσθησαν
·
ἐγγίσατε
ὄρεσιν
αἰωνίοις
.
Verse: 10
ἀνάστηθι
καὶ
πορεύου
,
ὅτι
οὐκ
ἔστιν
σοι
αὕτη
ἡ
ἀνάπαυσις
ἕνεκεν
ἀκαθαρσίας
.
διεϕθάρητε
ϕθορᾷ
,
Verse: 11
κατεδιώχθητε
οὐδενὸς
διώκοντος
·
πνεῦμα
ἔστησεν
ψεῦδος
,
ἐστάλαξέν
σοι
εἰς
οἶνον
καὶ
μέθυσμα
.
καὶ
ἔσται
ἐκ
τῆς
σταγόνος
τοῦ
λαοῦ
τούτου
Verse: 12
συναγόμενος
συναχθήσεται
Ιακωβ
σὺν
πᾶσιν
·
ἐκδεχόμενος
ἐκδέξομαι
τοὺς
καταλοίπους
τοῦ
Ισραηλ
,
ἐπὶ
τὸ
αὐτὸ
θήσομαι
τὴν
ἀποστροϕὴν
αὐτῶν
·
ὡς
πρόβατα
ἐν
θλίψει
,
ὡς
ποίμνιον
ἐν
μέσῳ
κοίτης
αὐτῶν
ἐξαλοῦνται
ἐξ
ἀνθρώπων
.
Verse: 13
διὰ
τῆς
διακοπῆς
πρὸ
προσώπου
αὐτῶν
διέκοψαν
καὶ
διῆλθον
πύλην
καὶ
ἐξῆλθον
δι
'
αὐτῆς
,
καὶ
ἐξῆλθεν
ὁ
βασιλεὺς
αὐτῶν
πρὸ
προσώπου
αὐτῶν
,
ὁ
δὲ
κύριος
ἡγήσεται
αὐτῶν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.