TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 179
Previous part

Chapter: 26 
Verse: 1    Καὶ ἔσται ἐὰν εἰσέλϑῃς εἰς τὴν γῆν, ἣν κύριος ϑεός σου δίδωσίν σοι ἐν κλήρῳ, καὶ κατακληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ' αὐτῆς,
Verse: 2    
καὶ λήμψῃ ἀπὸ τῆς ἀπαρχῆς τῶν καρπῶν τῆς γῆς σου, ἧς κύριος ϑεός σου δίδωσίν σοι, καὶ ἐμβαλεῖς εἰς κάρταλλον καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ϑεός σου ἐπικληϑῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ,
Verse: 3    
καὶ ἐλεύσῃ πρὸς τὸν ἱερέα, ὃς ἐὰν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐρεῖς πρὸς αὐτόν ᾽Αναγγέλλω σήμερον κυρίῳ τῷ ϑεῷ μου ὅτι εἰσελήλυϑα εἰς τὴν γῆν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν.
Verse: 4    
καὶ λήμψεται ἱερεὺς τὸν κάρταλλον ἐκ τῶν χειρῶν σου καὶ ϑήσει αὐτὸν ἀπέναντι τοῦ ϑυσιαστηρίου κυρίου τοῦ ϑεοῦ σου,
Verse: 5    
καὶ ἀποκριϑήσῃ καὶ ἐρεῖς ἔναντι κυρίου τοῦ ϑεοῦ σου Συρίαν ἀπέβαλεν πατήρ μου καὶ κατέβη εἰς Αἴγυπτον καὶ παρῴκησεν ἐκεῖ ἐν ἀριϑμῷ βραχεῖ καὶ ἐγένετο ἐκεῖ εἰς ἔϑνος μέγα καὶ πλῆϑος πολὺ καὶ μέγα·
Verse: 6    
καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ ἐταπείνωσαν ἡμᾶς καὶ ἐπέϑηκαν ἡμῖν ἔργα σκληρά·
Verse: 7    
καὶ ἀνεβοήσαμεν πρὸς κύριον τὸν ϑεὸν τῶν πατέρων ἡμῶν, καὶ εἰσήκουσεν κύριος τῆς ϕωνῆς ἡμῶν καὶ εἶδεν τὴν ταπείνωσιν ἡμῶν καὶ τὸν μόχϑον ἡμῶν καὶ τὸν ϑλιμμὸν ἡμῶν·
Verse: 8    
καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύι μεγάλῃ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι αὐτοῦ τῷ ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις καὶ ἐν σημείοις καὶ ἐν τέρασιν
Verse: 9    
καὶ εἰσήγαγεν ἡμᾶς εἰς τὸν τόπον τοῦτον καὶ ἔδωκεν ἡμῖν τὴν γῆν ταύτην, γῆν ῥέουσαν γάλα καὶ μέλι·
Verse: 10    
καὶ νῦν ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τῶν γενημάτων τῆς γῆς, ἧς ἔδωκάς μοι, κύριε, γῆν ῥέουσαν γάλα καὶ μέλι. καὶ ἀϕήσεις αὐτὰ ἀπέναντι κυρίου τοῦ ϑεοῦ σου καὶ προσκυνήσεις ἐκεῖ ἔναντι κυρίου τοῦ ϑεοῦ σου·
Verse: 11    
καὶ εὐϕρανϑήσῃ ἐν πᾶσιν τοῖς ἀγαϑοῖς, οἷς ἔδωκέν σοι κύριος ϑεός σου καὶ τῇ οἰκίᾳ σου, σὺ καὶ Λευίτης καὶ προσήλυτος ἐν σοί.
Verse: 12    
᾽Εὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων τῆς γῆς σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρϕανῷ καὶ τῇ χήρᾳ, καὶ ϕάγονται ἐν ταῖς πόλεσίν σου καὶ ἐμπλησϑήσονται.
Verse: 13    
καὶ ἐρεῖς ἐναντίον κυρίου τοῦ ϑεοῦ σου ᾽Εξεκάϑαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρϕανῷ καὶ τῇ χήρᾳ κατὰ πάσας τὰς ἐντολάς, ἃς ἐνετείλω μοι· οὐ παρῆλϑον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαϑόμην·
Verse: 14    
καὶ οὐκ ἔϕαγον ἐν ὀδύνῃ μου ἀπ' αὐτῶν, οὐκ ἐκάρπωσα ἀπ' αὐτῶν εἰς ἀκάϑαρτον, οὐκ ἔδωκα ἀπ' αὐτῶν τῷ τεϑνηκότι· ὑπήκουσα τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ μου, ἐποίησα καϑὰ ἐνετείλω μοι.
Verse: 15    
κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ισραηλ καὶ τὴν γῆν, ἣν ἔδωκας αὐτοῖς, καϑὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι.
Verse: 16    
᾽Εν τῇ ἡμέρᾳ ταύτῃ κύριος ϑεός σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα ταῦτα καὶ τὰ κρίματα, καὶ ϕυλάξεσϑε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
Verse: 17    
τὸν ϑεὸν εἵλου σήμερον εἶναί σου ϑεὸν καὶ πορεύεσϑαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ ϕυλάσσεσϑαι τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτοῦ καὶ ὑπακούειν τῆς ϕωνῆς αὐτοῦ·
Verse: 18    
καὶ κύριος εἵλατό σε σήμερον γενέσϑαι σε αὐτῷ λαὸν περιούσιον, καϑάπερ εἶπέν σοι, ϕυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ
Verse: 19    
καὶ εἶναί σε ὑπεράνω πάντων τῶν ἐϑνῶν, ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δόξαστόν, εἶναί σε λαὸν ἅγιον κυρίῳ τῷ ϑεῷ σου, καϑὼς ἐλάλησεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.