TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 775
Previous part

Chapter: 6 
Verse: 1  ῎Εστιν πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον,
καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνϑρωπον·
Verse: 2 
ἀνήρ, δώσει αὐτῷ ϑεὸς
πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν,
καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ
ἀπὸ πάντων, ὧν ἐπιϑυμήσει,
καὶ οὐκ ἐξουσιάσει αὐτῷ ϑεὸς τοῦ ϕαγεῖν ἀπ' αὐτοῦ,
ὅτι ἀνὴρ ξένος ϕάγεται αὐτόν·
τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν.
Verse: 3 
ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται,
καὶ πλῆϑος τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ,
καὶ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησϑήσεται ἀπὸ τῆς ἀγαϑωσύνης,
καί γε ταϕὴ οὐκ ἐγένετο αὐτῷ,
εἶπα ᾽Αγαϑὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα,
Verse: 4 
ὅτι ἐν ματαιότητι ἦλϑεν καὶ ἐν σκότει πορεύεται,
καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυϕϑήσεται,
Verse: 5 
καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω,
ἀνάπαυσις τούτῳ ὑπὲρ τοῦτον.
Verse: 6 
καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καϑόδους
καὶ ἀγαϑωσύνην οὐκ εἶδεν,
μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται;
Verse: 7 
Πᾶς μόχϑος τοῦ ἀνϑρώπου εἰς στόμα αὐτοῦ,
καί γε ψυχὴ οὐ πληρωϑήσεται.
Verse: 8 
ὅτι τίς περισσεία τῷ σοϕῷ ὑπὲρ τὸν ἄϕρονα;
διότι πένης οἶδεν πορευϑῆναι κατέναντι τῆς ζωῆς.
Verse: 9 
ἀγαϑὸν ὅραμα ὀϕϑαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ.
καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
Verse: 10 
Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ,
καὶ ἐγνώσϑη ἐστιν ἄνϑρωπος,
καὶ οὐ δυνήσεται τοῦ κριϑῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν·
Verse: 11 
ὅτι εἰσὶν λόγοι πολλοὶ πληϑύνοντες ματαιότητα.
τί περισσὸν τῷ ἀνϑρώπῳ;
Verse: 12 
ὅτι τίς οἶδεν τί ἀγαϑὸν τῷ ἀνϑρώπῳ ἐν τῇ ζωῇ
ἀριϑμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ;
καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ·
ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνϑρώπῳ
τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.