TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 78
Previous part

Chapter: 28 
Verse: 1    Καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ααρων τὸν ἀδελϕόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ισραηλ ἱερατεύειν μοι, Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιϑαμαρ υἱοὺς Ααρων.
Verse: 2    
καὶ ποιήσεις στολὴν ἁγίαν Ααρων τῷ ἀδελϕῷ σου εἰς τιμὴν καὶ δόξαν.
Verse: 3    
καὶ σὺ λάλησον πᾶσι τοῖς σοϕοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησα πνεύματος αἰσϑήσεως, καὶ ποιήσουσιν τὴν στολὴν τὴν ἁγίαν Ααρων εἰς τὸ ἅγιον, ἐν ἱερατεύσει μοι.
Verse: 4    
καὶ αὗται αἱ στολαί, ἃς ποιήσουσιν· τὸ περιστήϑιον καὶ τὴν ἐπωμίδα καὶ τὸν ποδήρη καὶ χιτῶνα κοσυμβωτὸν καὶ κίδαριν καὶ ζώνην· καὶ ποιήσουσιν στολὰς ἁγίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι.
Verse: 5    
καὶ αὐτοὶ λήμψονται τὸ χρυσίον καὶ τὴν ὑάκινϑον καὶ τὴν πορϕύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον.
Verse: 6    
καὶ ποιήσουσιν τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης, ἔργον ὑϕαντὸν ποικιλτοῦ·
Verse: 7    
δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν, ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι·
Verse: 8    
καὶ τὸ ὕϕασμα τῶν ἐπωμίδων, ἐστιν ἐπ' αὐτῷ, κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καὶ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης.
Verse: 9    
καὶ λήμψῃ τοὺς δύο λίϑους, λίϑους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ,
Verse: 10    
ἓξ ὀνόματα ἐπὶ τὸν λίϑον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίϑον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν.
Verse: 11    
ἔργον λιϑουργικῆς τέχνης, γλύμμα σϕραγῖδος, διαγλύψεις τοὺς δύο λίϑους ἐπὶ τοῖς ὀνόμασιν τῶν υἱῶν Ισραηλ.
Verse: 12    
καὶ ϑήσεις τοὺς δύο λίϑους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίϑοι μνημοσύνου εἰσὶν τοῖς υἱοῖς Ισραηλ· καὶ ἀναλήμψεται Ααρων τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν.
Verse: 13    
καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καϑαροῦ·
Verse: 14    
καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καϑαροῦ, καταμεμιγμένα ἐν ἄνϑεσιν, ἔργον πλοκῆς· καὶ ἐπιϑήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσϑίων.
Verse: 15    
καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ τὸν ῥυϑμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό· ἐκ χρυσίου καὶ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ποιήσεις αὐτό.
Verse: 16    
τετράγωνον ἔσται, διπλοῦν, σπιϑαμῆς τὸ μῆκος καὶ σπιϑαμῆς τὸ εὖρος.
Verse: 17    
καὶ καϑυϕανεῖς ἐν αὐτῷ ὕϕασμα κατάλιϑον τετράστιχον. στίχος λίϑων ἔσται σάρδιον, τοπάζιον καὶ σμάραγδος, στίχος εἷς·
Verse: 18    
καὶ στίχος δεύτερος ἄνϑραξ καὶ σάπϕειρος καὶ ἴασπις·
Verse: 19    
καὶ στίχος τρίτος λιγύριον, ἀχάτης καὶ ἀμέϑυστος·
Verse: 20    
καὶ στίχος τέταρτος χρυσόλιϑος καὶ βηρύλλιον καὶ ὀνύχιον· περικεκαλυμμένα χρυσίῳ, συνδεδεμένα ἐν χρυσίῳ ἔστωσαν κατὰ στίχον αὐτῶν.
Verse: 21    
καὶ οἱ λίϑοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δέκα δύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυϕαὶ σϕραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα, ἔστωσαν εἰς δέκα δύο ϕυλάς.
Verse: 22    
καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κροσσοὺς συμπεπλεγμένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καϑαροῦ.
Verse: 29    
καὶ λήμψεται Ααρων τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήϑους, εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἔναντι τοῦ ϑεοῦ.
Verse: 29a    
καὶ ϑήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κροσσούς· τὰ ἁλυσιδωτὰ ἐπ' ἀμϕοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιϑήσεις καὶ τὰς δύο ἀσπιδίσκας ἐπιϑήσεις ἐπ' ἀμϕοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον.
Verse: 30    
καὶ ἐπιϑήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήϑειαν, καὶ ἔσται ἐπὶ τοῦ στήϑους Ααρων, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου· καὶ οἴσει Ααρων τὰς κρίσεις τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ στήϑους ἐναντίον κυρίου διὰ παντός.
Verse: 31    
καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνϑινον.
Verse: 32    
καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον, ᾤαν ἔχον κύκλῳ τοῦ περιστομίου, ἔργον ὑϕάντου, τὴν συμβολὴν συνυϕασμένην ἐξ αὐτοῦ, ἵνα μὴ ῥαγῇ.
Verse: 33    
καὶ ποιήσεις ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κάτωϑεν ὡσεὶ ἐξανϑούσης ῥόας ῥοίσκους ἐξ ὑακίνϑου καὶ πορϕύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· τὸ αὐτὸ δὲ εἶδος ῥοίσκους χρυσοῦς καὶ κώδωνας ἀνὰ μέσον τούτων περικύκλῳ·
Verse: 34    
παρὰ ῥοίσκον χρυσοῦν κώδωνα καὶ ἄνϑινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ.
Verse: 35    
καὶ ἔσται Ααρων ἐν τῷ λειτουργεῖν ἀκουστὴ ϕωνὴ αὐτοῦ εἰσιόντι εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ ἐξιόντι, ἵνα μὴ ἀποϑάνῃ.
Verse: 36    
καὶ ποιήσεις πέταλον χρυσοῦν καϑαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σϕραγῖδος ῾Αγίασμα κυρίου.
Verse: 37    
καὶ ἐπιϑήσεις αὐτὸ ἐπὶ ὑακίνϑου κεκλωσμένης, καὶ ἔσται ἐπὶ τῆς μίτρας· κατὰ πρόσωπον τῆς μίτρας ἔσται.
Verse: 38    
καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων, καὶ ἐξαρεῖ Ααρων τὰ ἁμαρτήματα τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ισραηλ, παντὸς δόματος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων διὰ παντός, δεκτὸν αὐτοῖς ἔναντι κυρίου.
Verse: 39    
καὶ οἱ κόσυμβοι τῶν χιτώνων ἐκ βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ.
Verse: 40    
καὶ τοῖς υἱοῖς Ααρων ποιήσεις χιτῶνας καὶ ζώνας καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν.
Verse: 41    
καὶ ἐνδύσεις αὐτὰ Ααρων τὸν ἀδελϕόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ μετ' αὐτοῦ· καὶ χρίσεις αὐτοὺς καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσίν μοι.
Verse: 42    
καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν· ἀπὸ ὀσϕύος ἕως μηρῶν ἔσται.
Verse: 43    
καὶ ἕξει Ααρων αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ, ὡς ἂν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ ϑυσιαστήριον τοῦ ἁγίου, καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν, ἵνα μὴ ἀποϑάνωσιν· νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.