TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 88
Previous part

Chapter: 38 
Verse: 1    Καὶ ἐποίησεν Βεσελεηλ τὴν κιβωτὸν
Verse: 2    
καὶ κατεχρύσωσεν αὐτὴν χρυσίῳ καϑαρῷ ἔσωϑεν καὶ ἔξωϑεν.
Verse: 3    
καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς, δύο ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον,
Verse: 4    
εὐρεῖς τοῖς διωστῆρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοῖς.
Verse: 5    
καὶ ἐποίησεν τὸ ἱλαστήριον ἐπάνωϑεν τῆς κιβωτοῦ ἐκ χρυσίου
Verse: 6    
καὶ τοὺς δύο χερουβιμ χρυσοῦς,
Verse: 7    
χερουβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ ἓν καὶ χερουβ ἕνα ἐπὶ τὸ ἄκρον τὸ δεύτερον τοῦ ἱλαστηρίου,
Verse: 8    
σκιάζοντα ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον.
Verse: 9    
Καὶ ἐποίησεν τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καϑαροῦ·
Verse: 10    
καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους, δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου, εὐρεῖς ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς.
Verse: 11    
καὶ τοὺς διωστῆρας τῆς κιβωτοῦ καὶ τῆς τραπέζης ἐποίησεν καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίῳ.
Verse: 12    
καὶ ἐποίησεν τὰ σκεύη τῆς τραπέζης, τά τε τρυβλία καὶ τὰς ϑυίσκας καὶ τοὺς κυάϑους καὶ τὰ σπονδεῖα, ἐν οἷς σπείσει ἐν αὐτοῖς, χρυσᾶ.
Verse: 13    
Καὶ ἐποίησεν τὴν λυχνίαν, ϕωτίζει, χρυσῆν, στερεὰν τὸν καυλόν,
Verse: 14    
καὶ τοὺς καλαμίσκους ἐξ ἀμϕοτέρων τῶν μερῶν αὐτῆς·
Verse: 15    
ἐκ τῶν καλαμίσκων αὐτῆς οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἐκ τούτου καὶ τρεῖς ἐκ τούτου, ἐξισούμενοι ἀλλήλοις·
Verse: 16    
καὶ τὰ λαμπάδια αὐτῶν, ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἐνϑέμια ἐξ αὐτῶν, ἵνα ὦσιν ἐπ' αὐτῶν οἱ λύχνοι, καὶ τὸ ἐνϑέμιον τὸ ἕβδομον ἀπ' ἄκρου τοῦ λαμπαδίου ἐπὶ τῆς κορυϕῆς ἄνωϑεν, στερεὸν ὅλον χρυσοῦν·
Verse: 17    
καὶ ἑπτὰ λύχνους ἐπ' αὐτῆς χρυσοῦς καὶ τὰς λαβίδας αὐτῆς χρυσᾶς καὶ τὰς ἐπαρυστρίδας αὐτῶν χρυσᾶς.
Verse: 18    
Οὗτος περιηργύρωσεν τοὺς στύλους καὶ ἐχώνευσεν τῷ στύλῳ δακτυλίους χρυσοῦς καὶ ἐχρύσωσεν τοὺς μοχλοὺς χρυσίῳ καὶ κατεχρύσωσεν τοὺς στύλους τοῦ καταπετάσματος χρυσίῳ καὶ ἐποίησεν τὰς ἀγκύλας χρυσᾶς.
Verse: 19    
οὗτος ἐποίησεν καὶ τοὺς κρίκους τῆς σκηνῆς χρυσοῦς καὶ τοὺς κρίκους τῆς αὐλῆς καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωϑεν χαλκοῦς.
Verse: 20    
οὗτος ἐχώνευσεν τὰς κεϕαλίδας τὰς ἀργυρᾶς τῆς σκηνῆς καὶ τὰς κεϕαλίδας τὰς χαλκᾶς τῆς ϑύρας τῆς σκηνῆς καὶ τὴν πύλην τῆς αὐλῆς καὶ ἀγκύλας ἐποίησεν τοῖς στύλοις ἀργυρᾶς ἐπὶ τῶν στύλων· οὗτος περιηργύρωσεν αὐτάς.
Verse: 21    
οὗτος ἐποίησεν καὶ τοὺς πασσάλους τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς χαλκοῦς.
Verse: 22    
οὗτος ἐποίησεν τὸ ϑυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν, ἦσαν τοῖς ἀνδράσιν τοῖς καταστασιάσασι μετὰ τῆς Κορε συναγωγῆς.
Verse: 23    
οὗτος ἐποίησεν πάντα τὰ σκεύη τοῦ ϑυσιαστηρίου καὶ τὸ πυρεῖον αὐτοῦ καὶ τὴν βάσιν καὶ τὰς ϕιάλας καὶ τὰς κρεάγρας χαλκᾶς.
Verse: 24    
οὗτος ἐποίησεν τῷ ϑυσιαστηρίῳ παράϑεμα, ἔργον δικτυωτόν, κάτωϑεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ καὶ ἐπέϑηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραϑέματος τοῦ ϑυσιαστηρίου χαλκοῦς, τοῖς μοχλοῖς εὐρεῖς ὥστε αἴρειν τὸ ϑυσιαστήριον ἐν αὐτοῖς.
Verse: 25    
οὗτος ἐποίησεν τὸ ἔλαιον τῆς χρίσεως τὸ ἅγιον καὶ τὴν σύνϑεσιν τοῦ ϑυμιάματος, καϑαρὸν ἔργον μυρεψοῦ.
Verse: 26    
οὗτος ἐποίησεν τὸν λουτῆρα χαλκοῦν καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ἡμέρᾳ ἔπηξεν αὐτήν·
Verse: 27    
καὶ ἐποίησεν τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωυσῆς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας· εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ὅταν προσπορεύωνται πρὸς τὸ ϑυσιαστήριον λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καϑάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.