TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 89
Previous part

Chapter: 39 
Verse: 1    Πᾶν τὸ χρυσίον, κατειργάσϑη εἰς τὰ ἔργα κατὰ πᾶσαν τὴν ἐργασίαν τῶν ἁγίων, ἐγένετο χρυσίου τοῦ τῆς ἀπαρχῆς ἐννέα καὶ εἴκοσι τάλαντα καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν ἅγιον·
Verse: 2    
καὶ ἀργυρίου ἀϕαίρεμα παρὰ τῶν ἐπεσκεμμένων ἀνδρῶν τῆς συναγωγῆς ἑκατὸν τάλαντα καὶ χίλιοι ἑπτακόσιοι ἑβδομήκοντα πέντε σίκλοι,
Verse: 3    
δραχμὴ μία τῇ κεϕαλῇ τὸ ἥμισυ τοῦ σίκλου κατὰ τὸν σίκλον τὸν ἅγιον, πᾶς παραπορευόμενος τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω εἰς τὰς ἑξήκοντα μυριάδας καὶ τρισχίλιοι πεντακόσιοι καὶ πεντήκοντα.
Verse: 4    
καὶ ἐγενήϑη τὰ ἑκατὸν τάλαντα τοῦ ἀργυρίου εἰς τὴν χώνευσιν τῶν ἑκατὸν κεϕαλίδων τῆς σκηνῆς καὶ εἰς τὰς κεϕαλίδας τοῦ καταπετάσματος, ἑκατὸν κεϕαλίδες εἰς τὰ ἑκατὸν τάλαντα, τάλαντον τῇ κεϕαλίδι.
Verse: 5    
καὶ τοὺς χιλίους ἑπτακοσίους ἑβδομήκοντα πέντε σίκλους ἐποίησαν εἰς τὰς ἀγκύλας τοῖς στύλοις, καὶ κατεχρύσωσεν τὰς κεϕαλίδας αὐτῶν καὶ κατεκόσμησεν αὐτούς.
Verse: 6    
καὶ χαλκὸς τοῦ ἀϕαιρέματος ἑβδομήκοντα τάλαντα καὶ χίλιοι πεντακόσιοι σίκλοι.
Verse: 7    
καὶ ἐποίησεν ἐξ αὐτοῦ τὰς βάσεις τῆς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Verse: 8    
καὶ τὰς βάσεις τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις τῆς πύλης τῆς αὐλῆς καὶ τοὺς πασσάλους τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς κύκλῳ
Verse: 9    
καὶ τὸ παράϑεμα τὸ χαλκοῦν τοῦ ϑυσιαστηρίου καὶ πάντα τὰ σκεύη τοῦ ϑυσιαστηρίου καὶ πάντα τὰ ἐργαλεῖα τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 10    
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.
Verse: 11    
Τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀϕαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι κυρίου.
Verse: 12    
καὶ τὴν καταλειϕϑεῖσαν ὑάκινϑον καὶ πορϕύραν καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς Ααρων ὥστε λειτουργεῖν ἐν αὐταῖς ἐν τῷ ἁγίῳ.
Verse: 13    
Καὶ ἤνεγκαν τὰς στολὰς πρὸς Μωυσῆν καὶ τὴν σκηνὴν καὶ τὰ σκεύη αὐτῆς καὶ τὰς βάσεις καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους
Verse: 14    
καὶ τὴν κιβωτὸν τῆς διαϑήκης καὶ τοὺς διωστῆρας αὐτῆς
Verse: 15    
καὶ τὸ ϑυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ ϑυμίαμα τῆς συνϑέσεως
Verse: 16    
καὶ τὴν λυχνίαν τὴν καϑαρὰν καὶ τοὺς λύχνους αὐτῆς, λύχνους τῆς καύσεως, καὶ τὸ ἔλαιον τοῦ ϕωτὸς
Verse: 17    
καὶ τὴν τράπεζαν τῆς προϑέσεως καὶ πάντα τὰ αὐτῆς σκεύη καὶ τοὺς ἄρτους τοὺς προκειμένους
Verse: 18    
καὶ τὰς στολὰς τοῦ ἁγίου, αἵ εἰσιν Ααρων, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ εἰς τὴν ἱερατείαν
Verse: 19    
καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους καὶ τὸ καταπέτασμα τῆς ϑύρας τῆς σκηνῆς καὶ τῆς πύλης τῆς αὐλῆς καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς καὶ πάντα τὰ ἐργαλεῖα αὐτῆς
Verse: 20    
καὶ τὰς διϕϑέρας δέρματα κριῶν ἠρυϑροδανωμένα καὶ τὰ καλύμματα δέρματα ὑακίνϑινα καὶ τῶν λοιπῶν τὰ ἐπικαλύμματα
Verse: 21    
καὶ τοὺς πασσάλους καὶ πάντα τὰ ἐργαλεῖα τὰ εἰς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου·
Verse: 22    
ὅσα συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ πᾶσαν τὴν ἀποσκευήν.
Verse: 23    
καὶ εἶδεν Μωυσῆς πάντα τὰ ἔργα, καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν αὐτά· καὶ εὐλόγησεν αὐτοὺς Μωυσῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.