TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 90
Previous part

Chapter: 40 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
᾽Εν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου
Verse: 3    
καὶ ϑήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι
Verse: 4    
καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προϑήσεις τὴν πρόϑεσιν αὐτῆς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιϑήσεις τοὺς λύχνους αὐτῆς
Verse: 5    
καὶ ϑήσεις τὸ ϑυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ ϑυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιϑήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
Verse: 6    
καὶ τὸ ϑυσιαστήριον τῶν καρπωμάτων ϑήσεις παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Verse: 8    
καὶ περιϑήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ.
Verse: 9    
καὶ λήμψῃ τὸ ἔλαιον τοῦ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία.
Verse: 10    
καὶ χρίσεις τὸ ϑυσιαστήριον τῶν καρπωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ ἁγιάσεις τὸ ϑυσιαστήριον, καὶ ἔσται τὸ ϑυσιαστήριον ἅγιον τῶν ἁγίων.
Verse: 12    
καὶ προσάξεις Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ὕδατι
Verse: 13    
καὶ ἐνδύσεις Ααρων τὰς στολὰς τὰς ἁγίας καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτόν, καὶ ἱερατεύσει μοι·
Verse: 14    
καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας
Verse: 15    
καὶ ἀλείψεις αὐτούς, ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσίν μοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατείας εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς αὐτῶν.
Verse: 16    
καὶ ἐποίησεν Μωυσῆς πάντα, ὅσα ἐνετείλατο αὐτῷ κύριος, οὕτως ἐποίησεν.
Verse: 17    
Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ τῷ δευτέρῳ ἔτει ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου νουμηνίᾳ ἐστάϑη σκηνή·
Verse: 18    
καὶ ἔστησεν Μωυσῆς τὴν σκηνὴν καὶ ἐπέϑηκεν τὰς κεϕαλίδας καὶ διενέβαλεν τοὺς μοχλοὺς καὶ ἔστησεν τοὺς στύλους
Verse: 19    
καὶ ἐξέτεινεν τὰς αὐλαίας ἐπὶ τὴν σκηνὴν καὶ ἐπέϑηκεν τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ' αὐτῆς ἄνωϑεν, καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 20    
καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέϑηκεν τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν
Verse: 21    
καὶ εἰσήνεγκεν τὴν κιβωτὸν εἰς τὴν σκηνὴν καὶ ἐπέϑηκεν τὸ κατακάλυμμα τοῦ καταπετάσματος καὶ ἐσκέπασεν τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 22    
καὶ ἔϑηκεν τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βορρᾶν ἔξωϑεν τοῦ καταπετάσματος τῆς σκηνῆς
Verse: 23    
καὶ προέϑηκεν ἐπ' αὐτῆς ἄρτους τῆς προϑέσεως ἔναντι κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 24    
καὶ ἔϑηκεν τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον
Verse: 25    
καὶ ἐπέϑηκεν τοὺς λύχνους αὐτῆς ἔναντι κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 26    
καὶ ἔϑηκεν τὸ ϑυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος
Verse: 27    
καὶ ἐϑυμίασεν ἐπ' αὐτοῦ τὸ ϑυμίαμα τῆς συνϑέσεως, καϑάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 29    
καὶ τὸ ϑυσιαστήριον τῶν καρπωμάτων ἔϑηκεν παρὰ τὰς ϑύρας τῆς σκηνῆς
Verse: 33    
καὶ ἔστησεν τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ ϑυσιαστηρίου. καὶ συνετέλεσεν Μωυσῆς πάντα τὰ ἔργα.
Verse: 34    
Καὶ ἐκάλυψεν νεϕέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης κυρίου ἐπλήσϑη σκηνή·
Verse: 35    
καὶ οὐκ ἠδυνάσϑη Μωυσῆς εἰσελϑεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν νεϕέλη καὶ δόξης κυρίου ἐπλήσϑη σκηνή.
Verse: 36    
ἡνίκα δ' ἂν ἀνέβη νεϕέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ισραηλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν·
Verse: 37    
εἰ δὲ μὴ ἀνέβη νεϕέλη, οὐκ ἀνεζεύγνυσαν ἕως τῆς ἡμέρας, ἧς ἀνέβη νεϕέλη·
Verse: 38    
νεϕέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας καὶ πῦρ ἦν ἐπ' αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ισραηλ ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.