TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1156
Previous part

Chapter: 40 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν ἐν τῷ πρώτῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἤγαγέν με
Verse: 2    
ἐν ὁράσει ϑεοῦ εἰς τὴν γῆν τοῦ Ισραηλ καὶ ἔϑηκέν με ἐπ' ὄρους ὑψηλοῦ σϕόδρα, καὶ ἐπ' αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι.
Verse: 3    
καὶ εἰσήγαγέν με ἐκεῖ, καὶ ἰδοὺ ἀνήρ, καὶ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρου, καὶ αὐτὸς εἱστήκει ἐπὶ τῆς πύλης.
Verse: 4    
καὶ εἶπεν πρός με ἀνήρ ῾Εώρακας, υἱὲ ἀνϑρώπου; ἐν τοῖς ὀϕϑαλμοῖς σου ἰδὲ καὶ ἐν τοῖς ὠσίν σου ἄκουε καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα, ὅσα ἐγὼ δεικνύω σοι, διότι ἕνεκα τοῦ δεῖξαί σοι εἰσελήλυϑας ὧδε καὶ δείξεις πάντα, ὅσα σὺ ὁρᾷς, τῷ οἴκῳ τοῦ Ισραηλ.
Verse: 5    
Καὶ ἰδοὺ περίβολος ἔξωϑεν τοῦ οἴκου κύκλῳ· καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος, τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς, καὶ διεμέτρησεν τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ.
Verse: 6    
καὶ εἰσῆλϑεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαϑμοῖς καὶ διεμέτρησεν τὸ αιλαμ τῆς πύλης ἴσον τῷ καλάμῳ
Verse: 7    
καὶ τὸ ϑεε ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ τὸ αιλαμ ἀνὰ μέσον τοῦ ϑαιηλαϑα πηχῶν ἓξ καὶ τὸ ϑεε τὸ δεύτερον ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ τὸ αιλαμ πήχεων πέντε
Verse: 8    
καὶ τὸ ϑεε τὸ τρίτον ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ ἴσον τῷ καλάμῳ τὸ μῆκος
Verse: 9    
καὶ τὸ αιλαμ τοῦ πυλῶνος πλησίον τοῦ αιλαμ τῆς πύλης πηχῶν ὀκτὼ καὶ τὰ αιλευ πηχῶν δύο καὶ τὸ αιλαμ τῆς πύλης ἔσωϑεν
Verse: 10    
καὶ τὰ ϑεε τῆς πύλης ϑεε κατέναντι τρεῖς ἔνϑεν καὶ τρεῖς ἔνϑεν, καὶ μέτρον ἓν τοῖς τρισὶν καὶ μέτρον ἓν τοῖς αιλαμ ἔνϑεν καὶ ἔνϑεν.
Verse: 11    
καὶ διεμέτρησεν τὸ πλάτος τῆς ϑύρας τοῦ πυλῶνος πηχῶν δέκα καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα τριῶν,
Verse: 12    
καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν ϑεϊμ ἔνϑεν καὶ ἔνϑεν, καὶ τὸ ϑεε πηχῶν ἓξ ἔνϑεν καὶ πηχῶν ἓξ ἔνϑεν.
Verse: 13    
καὶ διεμέτρησεν τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ ϑεε ἐπὶ τὸν τοῖχον τοῦ ϑεε πλάτος πήχεις εἴκοσι πέντε, αὕτη πύλη ἐπὶ πύλην·
Verse: 14    
καὶ τὸ αἴϑριον τοῦ αιλαμ τῆς πύλης ἑξήκοντα πήχεις, εἴκοσι ϑεϊμ τῆς πύλης κύκλῳ·
Verse: 15    
καὶ τὸ αἴϑριον τῆς πύλης ἔξωϑεν εἰς τὸ αἴϑριον αιλαμ τῆς πύλης ἔσωϑεν πηχῶν πεντήκοντα·
Verse: 16    
καὶ ϑυρίδες κρυπταὶ ἐπὶ τὰ ϑεϊμ καὶ ἐπὶ τὰ αιλαμ ἔσωϑεν τῆς πύλης τῆς αὐλῆς κυκλόϑεν, καὶ ὡσαύτως τοῖς αιλαμ ϑυρίδες κύκλῳ ἔσωϑεν, καὶ ἐπὶ τὸ αιλαμ ϕοίνικες ἔνϑεν καὶ ἔνϑεν.
Verse: 17    
καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοϕόρια καὶ περίστυλα κύκλῳ τῆς αὐλῆς, τριάκοντα παστοϕόρια ἐν τοῖς περιστύλοις,
Verse: 18    
καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν, κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω.
Verse: 19    
καὶ διεμέτρησεν τὸ πλάτος τῆς αὐλῆς ἀπὸ τοῦ αἰϑρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωϑεν ἐπὶ τὸ αἴϑριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατόν, τῆς βλεπούσης κατ' ἀνατολάς. καὶ εἰσήγαγέν με ἐπὶ βορρᾶν,
Verse: 20    
καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτήν, τό τε μῆκος αὐτῆς καὶ τὸ πλάτος.
Verse: 21    
καὶ τὰ ϑεε τρεῖς ἔνϑεν καὶ τρεῖς ἔνϑεν καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ τοὺς ϕοίνικας αὐτῆς, καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἴκοσι πέντε τὸ εὖρος αὐτῆς.
Verse: 22    
καὶ αἱ ϑυρίδες αὐτῆς καὶ τὰ αιλαμμω καὶ οἱ ϕοίνικες αὐτῆς καϑὼς πύλη βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐν ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπ' αὐτήν, καὶ τὰ αιλαμμω ἔσωϑεν.
Verse: 23    
καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βορρᾶ ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατόν.
Verse: 24    
καὶ ἤγαγέν με κατὰ νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον, καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ ϑεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταῦτα.
Verse: 25    
καὶ αἱ ϑυρίδες αὐτῆς καὶ τὰ αιλαμμω κυκλόϑεν καϑὼς αἱ ϑυρίδες τοῦ αιλαμ, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἴκοσι πέντε τὸ εὖρος αὐτῆς.
Verse: 26    
καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ, καὶ αιλαμμω ἔσωϑεν, καὶ ϕοίνικες αὐτῇ εἷς ἔνϑεν καὶ εἷς ἔνϑεν ἐπὶ τὰ αιλευ.
Verse: 27    
καὶ πύλη κατέναντι πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς νότον· καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς νότον.
Verse: 28    
Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς νότον καὶ διεμέτρησεν τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα
Verse: 29    
καὶ τὰ ϑεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταῦτα· καὶ ϑυρίδες αὐτῇ καὶ τῷ αιλαμμω κύκλῳ· πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ τὸ εὖρος πήχεις εἴκοσι πέντε.
Verse: 31    
καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ ϕοίνικες τῷ αιλευ, καὶ ὀκτὼ κλιμακτῆρες.
Verse: 32    
καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα
Verse: 33    
καὶ τὰ ϑεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταῦτα· καὶ ϑυρίδες αὐτῇ καὶ τῷ αιλαμμω κύκλῳ, πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος πήχεις εἴκοσι πέντε.
Verse: 34    
καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ϕοίνικες ἐπὶ τοῦ αιλευ ἔνϑεν καὶ ἔνϑεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.
Verse: 35    
καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν πρὸς βορρᾶν καὶ διεμέτρησεν κατὰ τὰ μέτρα ταῦτα
Verse: 36    
καὶ τὰ ϑεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω· καὶ ϑυρίδες αὐτῇ κύκλῳ καὶ τῷ αιλαμμω αὐτῆς· πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος πήχεις εἴκοσι πέντε.
Verse: 37    
καὶ τὰ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ ϕοίνικες τῷ αιλευ ἔνϑεν καὶ ἔνϑεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.
Verse: 38    
τὰ παστοϕόρια αὐτῆς καὶ τὰ ϑυρώματα αὐτῆς καὶ τὰ αιλαμμω αὐτῆς ἐπὶ τῆς πύλης
Verse: 39    
τῆς δευτέρας ἔκρυσις, ὅπως σϕάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας καὶ ὑπὲρ ἀγνοίας·
Verse: 40    
καὶ κατὰ νώτου τοῦ ῥόακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βορρᾶν δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τῆς δευτέρας καὶ τοῦ αιλαμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς,
Verse: 41    
τέσσαρες ἔνϑεν καὶ τέσσαρες ἔνϑεν κατὰ νώτου τῆς πύλης, ἐπ' αὐτὰς σϕάξουσι τὰ ϑύματα κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν ϑυμάτων.
Verse: 42    
καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίϑιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μῆκος καὶ ἐπὶ πῆχυν τὸ ὕψος, ἐπ' αὐτὰς ἐπιϑήσουσιν τὰ σκεύη, ἐν οἷς σϕάζουσιν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ ϑύματα.
Verse: 43    
καὶ παλαιστὴν ἕξουσιν γεῖσος λελαξευμένον ἔσωϑεν κύκλῳ καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωϑεν στέγας τοῦ καλύπτεσϑαι ἀπὸ τοῦ ὑετοῦ καὶ ἀπὸ τῆς ξηρασίας.
Verse: 44    
καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν ϕέρουσα πρὸς νότον καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον βλεπούσης δὲ πρὸς βορρᾶν.
Verse: 45    
καὶ εἶπεν πρός με ῾Η ἐξέδρα αὕτη βλέπουσα πρὸς νότον τοῖς ἱερεῦσι τοῖς ϕυλάσσουσι τὴν ϕυλακὴν τοῦ οἴκου,
Verse: 46    
καὶ ἐξέδρα βλέπουσα πρὸς βορρᾶν τοῖς ἱερεῦσι τοῖς ϕυλάσσουσι τὴν ϕυλακὴν τοῦ ϑυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευι πρὸς κύριον λειτουργεῖν αὐτῷ.
Verse: 47    
καὶ διεμέτρησεν τὴν αὐλὴν μῆκος πήχεων ἑκατὸν καὶ εὖρος πήχεων ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῆς καὶ τὸ ϑυσιαστήριον ἀπέναντι τοῦ οἴκου.
Verse: 48    
Καὶ εἰσήγαγέν με εἰς τὸ αιλαμ τοῦ οἴκου. καὶ διεμέτρησεν τὸ αιλ τοῦ αιλαμ πηχῶν πέντε τὸ πλάτος ἔνϑεν καὶ πηχῶν πέντε ἔνϑεν, καὶ τὸ εὖρος τοῦ ϑυρώματος πηχῶν δέκα τεσσάρων, καὶ ἐπωμίδες τῆς ϑύρας τοῦ αιλαμ πηχῶν τριῶν ἔνϑεν καὶ πηχῶν τριῶν ἔνϑεν·
Verse: 49    
καὶ τὸ μῆκος τοῦ αιλαμ πηχῶν εἴκοσι καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαϑμῶν ἀνέβαινον ἐπ' αὐτό· καὶ στῦλοι ἦσαν ἐπὶ τὸ αιλαμ, εἷς ἔνϑεν καὶ εἷς ἔνϑεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.