TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1155
Previous part

Chapter: 39 
Verse: 1    Καὶ σύ, υἱὲ ἀνϑρώπου, προϕήτευσον ἐπὶ Γωγ καὶ εἰπόν Τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ
Verse: 2    
καὶ συνάξω σε καὶ καϑοδηγήσω σε καὶ ἀναβιβῶ σε ἀπ' ἐσχάτου τοῦ βορρᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τοῦ Ισραηλ.
Verse: 3    
καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε
Verse: 4    
ἐπὶ τὰ ὄρη Ισραηλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ, καὶ τὰ ἔϑνη τὰ μετὰ σοῦ δοϑήσονται εἰς πλήϑη ὀρνέων, παντὶ πετεινῷ καὶ πᾶσι τοῖς ϑηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωϑῆναι.
Verse: 5    
ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος.
Verse: 6    
καὶ ἀποστελῶ πῦρ ἐπὶ Γωγ, καὶ κατοικηϑήσονται αἱ νῆσοι ἐπ' εἰρήνης· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.
Verse: 7    
καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσϑήσεται ἐν μέσῳ λαοῦ μου Ισραηλ, καὶ οὐ βεβηλωϑήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι· καὶ γνώσονται τὰ ἔϑνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν Ισραηλ.
Verse: 8    
ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει κύριος κύριος· αὕτη ἐστὶν ἡμέρα, ἐν ἐλάλησα.
Verse: 9    
καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ισραηλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασιν καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις· καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη.
Verse: 10    
καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν, ἀλλ' τὰ ὅπλα κατακαύσουσιν πυρί· καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς, λέγει κύριος.
Verse: 11    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γωγ τόπον ὀνομαστόν, μνημεῖον ἐν Ισραηλ, τὸ πολυάνδριον τῶν ἐπελϑόντων πρὸς τῇ ϑαλάσσῃ, καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς ϕάραγγος· καὶ κατορύξουσιν ἐκεῖ τὸν Γωγ καὶ πᾶν τὸ πλῆϑος αὐτοῦ, καὶ κληϑήσεται Τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ.
Verse: 12    
καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ισραηλ, ἵνα καϑαρισϑῇ γῆ, ἐν ἑπταμήνῳ·
Verse: 13    
καὶ κατορύξουσιν αὐτοὺς πᾶς λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ἡμέρᾳ ἐδοξάσϑην, λέγει κύριος.
Verse: 14    
καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν ϑάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς καϑαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον, καὶ ἐκζητήσουσιν.
Verse: 15    
καὶ πᾶς διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνϑρώπου οἰκοδομήσει παρ' αὐτὸ σημεῖον, ἕως ὅτου ϑάψωσιν αὐτὸ οἱ ϑάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ·
Verse: 16    
καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καϑαρισϑήσεται γῆ.
Verse: 17    
καὶ σύ, υἱὲ ἀνϑρώπου, εἰπόν Τάδε λέγει κύριος Εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ ϑηρία τοῦ πεδίου Συνάχϑητε καὶ ἔρχεσϑε, συνάχϑητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν ϑυσίαν μου, ἣν τέϑυκα ὑμῖν, ϑυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ισραηλ, καὶ ϕάγεσϑε κρέα καὶ πίεσϑε αἷμα.
Verse: 18    
κρέα γιγάντων ϕάγεσϑε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσϑε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες.
Verse: 19    
καὶ ϕάγεσϑε στέαρ εἰς πλησμονὴν καὶ πίεσϑε αἷμα εἰς μέϑην ἀπὸ τῆς ϑυσίας μου, ἧς ἔϑυσα ὑμῖν.
Verse: 20    
καὶ ἐμπλησϑήσεσϑε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην, γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει κύριος.
Verse: 21    
καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔϑνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ' αὐτούς.
Verse: 22    
καὶ γνώσονται οἶκος Ισραηλ ὅτι ἐγώ εἰμι κύριος ϑεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα.
Verse: 23    
καὶ γνώσονται πάντα τὰ ἔϑνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύϑησαν οἶκος Ισραηλ, ἀνϑ' ὧν ἠϑέτησαν εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχϑρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ.
Verse: 24    
κατὰ τὰς ἀκαϑαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν.
Verse: 25    
διὰ τοῦτο τάδε λέγει κύριος κύριος Νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν Ιακωβ καὶ ἐλεήσω τὸν οἶκον Ισραηλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου.
Verse: 26    
καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν, ἣν ἠδίκησαν, ἐν τῷ κατοικισϑῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ' εἰρήνης, καὶ οὐκ ἔσται ἐκϕοβῶν.
Verse: 27    
ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐϑνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐϑνῶν καὶ ἁγιασϑήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐϑνῶν,
Verse: 28    
καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ϑεὸς αὐτῶν ἐν τῷ ἐπιϕανῆναί με αὐτοῖς ἐν τοῖς ἔϑνεσιν.
Verse: 29    
καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, ἀνϑ' οὗ ἐξέχεα τὸν ϑυμόν μου ἐπὶ τὸν οἶκον Ισραηλ, λέγει κύριος κύριος

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.