TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1154
Previous part

Chapter: 38 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γῆν τοῦ Μαγωγ, ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ, καὶ προϕήτευσον ἐπ' αὐτὸν
Verse: 3    
καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος κύριος ᾽Ιδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ
Verse: 4    
καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους ϑώρακας πάντας, συναγωγὴ πολλή, πέλται καὶ περικεϕαλαῖαι καὶ μάχαιραι,
Verse: 5    
Πέρσαι καὶ Αἰϑίοπες καὶ Λίβυες, πάντες περικεϕαλαίαις καὶ πέλταις,
Verse: 6    
Γομερ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ Θεργαμα ἀπ' ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔϑνη πολλὰ μετὰ σοῦ·
Verse: 7    
ἑτοιμάσϑητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πᾶσα συναγωγή σου οἱ συνηγμένοι μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προϕυλακήν.
Verse: 8    
ἀϕ' ἡμερῶν πλειόνων ἑτοιμασϑήσεται καὶ ἐπ' ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐϑνῶν πολλῶν, ἐπὶ γῆν Ισραηλ, ἐγενήϑη ἔρημος δι' ὅλου· καὶ οὗτος ἐξ ἐϑνῶν ἐξελήλυϑεν, καὶ κατοικήσουσιν ἐπ' εἰρήνης ἅπαντες.
Verse: 9    
καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεϕέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔϑνη πολλὰ μετὰ σοῦ.
Verse: 10    
τάδε λέγει κύριος κύριος Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς
Verse: 11    
καὶ ἐρεῖς ᾽Αναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ' εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί, καὶ ϑύραι οὐκ εἰσὶν αὐτοῖς,
Verse: 12    
προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην, κατῳκίσϑη, καὶ ἐπ' ἔϑνος συνηγμένον ἀπὸ ἐϑνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμϕαλὸν τῆς γῆς.
Verse: 13    
Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασϑαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα;
Verse: 14    
διὰ τοῦτο προϕήτευσον, υἱὲ ἀνϑρώπου, καὶ εἰπὸν τῷ Γωγ Τάδε λέγει κύριος Οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισϑῆναι τὸν λαόν μου Ισραηλ ἐπ' εἰρήνης ἐγερϑήσῃ;
Verse: 15    
καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ' ἐσχάτου βορρᾶ καὶ ἔϑνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή,
Verse: 16    
καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεϕέλη καλύψαι γῆν· ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσιν πάντα τὰ ἔϑνη ἐμὲ ἐν τῷ ἁγιασϑῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν.
Verse: 17    
τάδε λέγει κύριος κύριος τῷ Γωγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσϑεν διὰ χειρὸς τῶν δούλων μου προϕητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ' αὐτούς.
Verse: 18    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ, ἂν ἔλϑῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, λέγει κύριος κύριος, ἀναβήσεται ϑυμός μου
Verse: 19    
καὶ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ,
Verse: 20    
καὶ σεισϑήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχϑύες τῆς ϑαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ϑηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνϑρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη, καὶ πεσοῦνται αἱ ϕάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται.
Verse: 21    
καὶ καλέσω ἐπ' αὐτὸν πᾶν ϕόβον, λέγει κύριος· μάχαιρα ἀνϑρώπου ἐπὶ τὸν ἀδελϕὸν αὐτοῦ ἔσται.
Verse: 22    
καὶ κρινῶ αὐτὸν ϑανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίϑοις χαλάζης, καὶ πῦρ καὶ ϑεῖον βρέξω ἐπ' αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ καὶ ἐπ' ἔϑνη πολλὰ μετ' αὐτοῦ.
Verse: 23    
καὶ μεγαλυνϑήσομαι καὶ ἁγιασϑήσομαι καὶ ἐνδοξασϑήσομαι καὶ γνωσϑήσομαι ἐναντίον ἐϑνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.