TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 19
Previous part

Chapter: 19 
Verse: 1    ῏Ηλϑον δὲ οἱ δύο ἄγγελοι εἰς Σοδομα ἑσπέρας· Λωτ δὲ ἐκάϑητο παρὰ τὴν πύλην Σοδομων. ἰδὼν δὲ Λωτ ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησεν τῷ προσώπῳ ἐπὶ τὴν γῆν
Verse: 2    
καὶ εἶπεν ᾽Ιδού, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασϑε τοὺς πόδας ὑμῶν, καὶ ὀρϑρίσαντες ἀπελεύσεσϑε εἰς τὴν ὁδὸν ὑμῶν. εἶπαν δέ Οὐχί, ἀλλ' ἐν τῇ πλατείᾳ καταλύσομεν.
Verse: 3    
καὶ κατεβιάζετο αὐτούς, καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰσῆλϑον εἰς τὴν οἰκίαν αὐτοῦ. καὶ ἐποίησεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔϕαγον.
Verse: 4    
πρὸ τοῦ κοιμηϑῆναι καὶ οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περιεκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας λαὸς ἅμα,
Verse: 5    
καὶ ἐξεκαλοῦντο τὸν Λωτ καὶ ἔλεγον πρὸς αὐτόν Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελϑόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεϑα αὐτοῖς.
Verse: 6    
ἐξῆλϑεν δὲ Λωτ πρὸς αὐτοὺς πρὸς τὸ πρόϑυρον, τὴν δὲ ϑύραν προσέῳξεν ὀπίσω αὐτοῦ.
Verse: 7    
εἶπεν δὲ πρὸς αὐτούς Μηδαμῶς, ἀδελϕοί, μὴ πονηρεύσησϑε.
Verse: 8    
εἰσὶν δέ μοι δύο ϑυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρα· ἐξάξω αὐτὰς πρὸς ὑμᾶς, καὶ χρήσασϑε αὐταῖς, καϑὰ ἂν ἀρέσκῃ ὑμῖν· μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε μηδὲν ἄδικον, οὗ εἵνεκεν εἰσῆλϑον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου.
Verse: 9    
εἶπαν δέ ᾽Απόστα ἐκεῖ. εἷς ἦλϑες παροικεῖν· μὴ καὶ κρίσιν κρίνειν; νῦν οὖν σὲ κακώσομεν μᾶλλον ἐκείνους. καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λωτ σϕόδρα καὶ ἤγγισαν συντρῖψαι τὴν ϑύραν.
Verse: 10    
ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λωτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον καὶ τὴν ϑύραν τοῦ οἴκου ἀπέκλεισαν·
Verse: 11    
τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς ϑύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύϑησαν ζητοῦντες τὴν ϑύραν.
Verse: 12    
Εἶπαν δὲ οἱ ἄνδρες πρὸς Λωτ ῎Εστιν τίς σοι ὧδε, γαμβροὶ υἱοὶ ϑυγατέρες; εἴ τίς σοι ἄλλος ἔστιν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τόπου τούτου·
Verse: 13    
ὅτι ἀπόλλυμεν ἡμεῖς τὸν τόπον τοῦτον, ὅτι ὑψώϑη κραυγὴ αὐτῶν ἐναντίον κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς κύριος ἐκτρῖψαι αὐτήν.
Verse: 14    
ἐξῆλϑεν δὲ Λωτ καὶ ἐλάλησεν πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληϕότας τὰς ϑυγατέρας αὐτοῦ καὶ εἶπεν ᾽Ανάστητε καὶ ἐξέλϑατε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει κύριος τὴν πόλιν. ἔδοξεν δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ.
Verse: 15    
ἡνίκα δὲ ὄρϑρος ἐγίνετο, ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λωτ λέγοντες ᾽Αναστὰς λαβὲ τὴν γυναῖκά σου καὶ τὰς δύο ϑυγατέρας σου, ἃς ἔχεις, καὶ ἔξελϑε, ἵνα μὴ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως.
Verse: 16    
καὶ ἐταράχϑησαν· καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν δύο ϑυγατέρων αὐτοῦ ἐν τῷ ϕείσασϑαι κύριον αὐτοῦ.
Verse: 17    
καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω. καὶ εἶπαν Σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραλημϕϑῇς.
Verse: 18    
εἶπεν δὲ Λωτ πρὸς αὐτούς Δέομαι, κύριε·
Verse: 19    
ἐπειδὴ εὗρεν παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ποιεῖς ἐπ' ἐμέ, τοῦ ζῆν τὴν ψυχήν μου, ἐγὼ δὲ οὐ δυνήσομαι διασωϑῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποϑάνω,
Verse: 20    
ἰδοὺ πόλις αὕτη ἐγγὺς τοῦ καταϕυγεῖν με ἐκεῖ, ἐστιν μικρά, ἐκεῖ σωϑήσομαι· οὐ μικρά ἐστιν; καὶ ζήσεται ψυχή μου.
Verse: 21    
καὶ εἶπεν αὐτῷ ᾽Ιδοὺ ἐϑαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας·
Verse: 22    
σπεῦσον οὖν τοῦ σωϑῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ σε εἰσελϑεῖν ἐκεῖ. διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως ἐκείνης Σηγωρ.
Verse: 23    
ἥλιος ἐξῆλϑεν ἐπὶ τὴν γῆν, καὶ Λωτ εἰσῆλϑεν εἰς Σηγωρ,
Verse: 24    
καὶ κύριος ἔβρεξεν ἐπὶ Σοδομα καὶ Γομορρα ϑεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ
Verse: 25    
καὶ κατέστρεψεν τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσιν καὶ πάντα τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς.
Verse: 26    
καὶ ἐπέβλεψεν γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός.
Verse: 27    
῎Ωρϑρισεν δὲ Αβρααμ τὸ πρωὶ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον κυρίου,
Verse: 28    
καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδομων καὶ Γομορρας καὶ ἐπὶ πρόσωπον τῆς γῆς τῆς περιχώρου καὶ εἶδεν, καὶ ἰδοὺ ἀνέβαινεν ϕλὸξ τῆς γῆς ὡσεὶ ἀτμὶς καμίνου.
Verse: 29    
καὶ ἐγένετο ἐν τῷ ἐκτρῖψαι κύριον πάσας τὰς πόλεις τῆς περιοίκου ἐμνήσϑη ϑεὸς τοῦ Αβρααμ καὶ ἐξαπέστειλεν τὸν Λωτ ἐκ μέσου τῆς καταστροϕῆς ἐν τῷ καταστρέψαι κύριον τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λωτ.
Verse: 30    
᾽Ανέβη δὲ Λωτ ἐκ Σηγωρ καὶ ἐκάϑητο ἐν τῷ ὄρει καὶ αἱ δύο ϑυγατέρες αὐτοῦ μετ' αὐτοῦ· ἐϕοβήϑη γὰρ κατοικῆσαι ἐν Σηγωρ. καὶ ᾤκησεν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ δύο ϑυγατέρες αὐτοῦ μετ' αὐτοῦ.
Verse: 31    
εἶπεν δὲ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ῾Ο πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καϑήκει πάσῃ τῇ γῇ·
Verse: 32    
δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον καὶ κοιμηϑῶμεν μετ' αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα.
Verse: 33    
ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελϑοῦσα πρεσβυτέρα ἐκοιμήϑη μετὰ τοῦ πατρὸς αὐτῆς τὴν νύκτα ἐκείνην, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηϑῆναι αὐτὴν καὶ ἀναστῆναι.
Verse: 34    
ἐγένετο δὲ τῇ ἐπαύριον καὶ εἶπεν πρεσβυτέρα πρὸς τὴν νεωτέραν ᾽Ιδοὺ ἐκοιμήϑην ἐχϑὲς μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν αὐτὸν οἶνον καὶ τὴν νύκτα ταύτην, καὶ εἰσελϑοῦσα κοιμήϑητι μετ' αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα.
Verse: 35    
ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελϑοῦσα νεωτέρα ἐκοιμήϑη μετὰ τοῦ πατρὸς αὐτῆς, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηϑῆναι αὐτὴν καὶ ἀναστῆναι.
Verse: 36    
καὶ συνέλαβον αἱ δύο ϑυγατέρες Λωτ ἐκ τοῦ πατρὸς αὐτῶν.
Verse: 37    
καὶ ἔτεκεν πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Μωαβ λέγουσα ᾽Εκ τοῦ πατρός μου· οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας.
Verse: 38    
ἔτεκεν δὲ καὶ νεωτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αμμαν υἱὸς τοῦ γένους μου· οὗτος πατὴρ Αμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.