TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 20
Previous part

Chapter: 20 
Verse: 1    Καὶ ἐκίνησεν ἐκεῖϑεν Αβρααμ εἰς γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Σουρ καὶ παρῴκησεν ἐν Γεραροις.
Verse: 2    
εἶπεν δὲ Αβρααμ περὶ Σαρρας τῆς γυναικὸς αὐτοῦ ὅτι ᾽Αδελϕή μού ἐστιν· ἐϕοβήϑη γὰρ εἰπεῖν ὅτι Γυνή μού ἐστιν, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι' αὐτήν. ἀπέστειλεν δὲ Αβιμελεχ βασιλεὺς Γεραρων καὶ ἔλαβεν τὴν Σαρραν.
Verse: 3    
καὶ εἰσῆλϑεν ϑεὸς πρὸς Αβιμελεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν ᾽Ιδοὺ σὺ ἀποϑνῄσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί.
Verse: 4    
Αβιμελεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπεν Κύριε, ἔϑνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς;
Verse: 5    
οὐκ αὐτός μοι εἶπεν ᾽Αδελϕή μού ἐστιν; καὶ αὐτή μοι εἶπεν ᾽Αδελϕός μού ἐστιν. ἐν καϑαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο.
Verse: 6    
εἶπεν δὲ αὐτῷ ϑεὸς καϑ' ὕπνον Κἀγὼ ἔγνων ὅτι ἐν καϑαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐϕεισάμην ἐγώ σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκεν τούτου οὐκ ἀϕῆκά σε ἅψασϑαι αὐτῆς.
Verse: 7    
νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνϑρώπῳ, ὅτι προϕήτης ἐστὶν καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνῶϑι ὅτι ἀποϑανῇ σὺ καὶ πάντα τὰ σά.
Verse: 8    
καὶ ὤρϑρισεν Αβιμελεχ τὸ πρωὶ καὶ ἐκάλεσεν πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐϕοβήϑησαν δὲ πάντες οἱ ἄνϑρωποι σϕόδρα.
Verse: 9    
καὶ ἐκάλεσεν Αβιμελεχ τὸν Αβρααμ καὶ εἶπεν αὐτῷ Τί τοῦτο ἐποίησας ἡμῖν; μή τι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
Verse: 10    
εἶπεν δὲ Αβιμελεχ τῷ Αβρααμ Τί ἐνιδὼν ἐποίησας τοῦτο;
Verse: 11    
εἶπεν δὲ Αβρααμ Εἶπα γάρ ῎Αρα οὐκ ἔστιν ϑεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.
Verse: 12    
καὶ γὰρ ἀληϑῶς ἀδελϕή μού ἐστιν ἐκ πατρός, ἀλλ' οὐκ ἐκ μητρός· ἐγενήϑη δέ μοι εἰς γυναῖκα.
Verse: 13    
ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με ϑεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ Ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ' ἐμέ· εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλϑωμεν ἐκεῖ, εἰπὸν ἐμὲ ὅτι ᾽Αδελϕός μού ἐστιν.
Verse: 14    
ἔλαβεν δὲ Αβιμελεχ χίλια δίδραχμα πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκεν τῷ Αβρααμ καὶ ἀπέδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ.
Verse: 15    
καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ ᾽Ιδοὺ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
Verse: 16    
τῇ δὲ Σαρρα εἶπεν ᾽Ιδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελϕῷ σου· ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήϑευσον.
Verse: 17    
προσηύξατο δὲ Αβρααμ πρὸς τὸν ϑεόν, καὶ ἰάσατο ϑεὸς τὸν Αβιμελεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον·
Verse: 18    
ὅτι συγκλείων συνέκλεισεν κύριος ἔξωϑεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Αβιμελεχ ἕνεκεν Σαρρας τῆς γυναικὸς Αβρααμ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.