TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 21
Previous part

Chapter: 21 
Verse: 1    Καὶ κύριος ἐπεσκέψατο τὴν Σαρραν, καϑὰ εἶπεν, καὶ ἐποίησεν κύριος τῇ Σαρρα, καϑὰ ἐλάλησεν,
Verse: 2    
καὶ συλλαβοῦσα ἔτεκεν Σαρρα τῷ Αβρααμ υἱὸν εἰς τὸ γῆρας εἰς τὸν καιρόν, καϑὰ ἐλάλησεν αὐτῷ κύριος.
Verse: 3    
καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σαρρα, Ισαακ.
Verse: 4    
περιέτεμεν δὲ Αβρααμ τὸν Ισαακ τῇ ὀγδόῃ ἡμέρᾳ, καϑὰ ἐνετείλατο αὐτῷ ϑεός.
Verse: 5    
Αβρααμ δὲ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ Ισαακ υἱὸς αὐτοῦ.
Verse: 6    
εἶπεν δὲ Σαρρα Γέλωτά μοι ἐποίησεν κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι.
Verse: 7    
καὶ εἶπεν Τίς ἀναγγελεῖ τῷ Αβρααμ ὅτι ϑηλάζει παιδίον Σαρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρει μου.
Verse: 8    
Καὶ ηὐξήϑη τὸ παιδίον καὶ ἀπεγαλακτίσϑη, καὶ ἐποίησεν Αβρααμ δοχὴν μεγάλην, ἡμέρᾳ ἀπεγαλακτίσϑη Ισαακ υἱὸς αὐτοῦ.
Verse: 9    
ἰδοῦσα δὲ Σαρρα τὸν υἱὸν Αγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Αβρααμ, παίζοντα μετὰ Ισαακ τοῦ υἱοῦ αὐτῆς
Verse: 10    
καὶ εἶπεν τῷ Αβρααμ ῎Εκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ κληρονομήσει υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ισαακ.
Verse: 11    
σκληρὸν δὲ ἐϕάνη τὸ ῥῆμα σϕόδρα ἐναντίον Αβρααμ περὶ τοῦ υἱοῦ αὐτοῦ.
Verse: 12    
εἶπεν δὲ ϑεὸς τῷ Αβρααμ Μὴ σκληρὸν ἔστω τὸ ῥῆμα ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα, ὅσα ἐὰν εἴπῃ σοι Σαρρα, ἄκουε τῆς ϕωνῆς αὐτῆς, ὅτι ἐν Ισαακ κληϑήσεταί σοι σπέρμα.
Verse: 13    
καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης, εἰς ἔϑνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν.
Verse: 14    
ἀνέστη δὲ Αβρααμ τὸ πρωὶ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Αγαρ καὶ ἐπέϑηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν. ἀπελϑοῦσα δὲ ἐπλανᾶτο τὴν ἔρημον κατὰ τὸ ϕρέαρ τοῦ ὅρκου.
Verse: 15    
ἐξέλιπεν δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψεν τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης·
Verse: 16    
ἀπελϑοῦσα δὲ ἐκάϑητο ἀπέναντι αὐτοῦ μακρόϑεν ὡσεὶ τόξου βολήν· εἶπεν γάρ Οὐ μὴ ἴδω τὸν ϑάνατον τοῦ παιδίου μου. καὶ ἐκάϑισεν ἀπέναντι αὐτοῦ, ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν.
Verse: 17    
εἰσήκουσεν δὲ ϑεὸς τῆς ϕωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος τοῦ ϑεοῦ τὴν Αγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ Τί ἐστιν, Αγαρ; μὴ ϕοβοῦ· ἐπακήκοεν γὰρ ϑεὸς τῆς ϕωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου, οὗ ἐστιν.
Verse: 18    
ἀνάστηϑι, λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔϑνος μέγα ποιήσω αὐτόν.
Verse: 19    
καὶ ἀνέῳξεν ϑεὸς τοὺς ὀϕϑαλμοὺς αὐτῆς, καὶ εἶδεν ϕρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύϑη καὶ ἔπλησεν τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισεν τὸ παιδίον.
Verse: 20    
καὶ ἦν ϑεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήϑη. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ, ἐγένετο δὲ τοξότης.
Verse: 21    
καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαραν, καὶ ἔλαβεν αὐτῷ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.
Verse: 22    
᾽Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν Αβιμελεχ καὶ Οχοζαϑ νυμϕαγωγὸς αὐτοῦ καὶ Φικολ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Αβρααμ λέγων ῾Ο ϑεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς·
Verse: 23    
νῦν οὖν ὄμοσόν μοι τὸν ϑεὸν μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου, ἀλλὰ κατὰ τὴν δικαιοσύνην, ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετ' ἐμοῦ καὶ τῇ γῇ, σὺ παρῴκησας ἐν αὐτῇ.
Verse: 24    
καὶ εἶπεν Αβρααμ ᾽Εγὼ ὀμοῦμαι.
Verse: 25    
καὶ ἤλεγξεν Αβρααμ τὸν Αβιμελεχ περὶ τῶν ϕρεάτων τοῦ ὕδατος, ὧν ἀϕείλαντο οἱ παῖδες τοῦ Αβιμελεχ.
Verse: 26    
καὶ εἶπεν αὐτῷ Αβιμελεχ Οὐκ ἔγνων, τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα ἀλλ' σήμερον.
Verse: 27    
καὶ ἔλαβεν Αβρααμ πρόβατα καὶ μόσχους καὶ ἔδωκεν τῷ Αβιμελεχ, καὶ διέϑεντο ἀμϕότεροι διαϑήκην.
Verse: 28    
καὶ ἔστησεν Αβρααμ ἑπτὰ ἀμνάδας προβάτων μόνας.
Verse: 29    
καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ Τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;
Verse: 30    
καὶ εἶπεν Αβρααμ ὅτι Τὰς ἑπτὰ ἀμνάδας ταύτας λήμψῃ παρ' ἐμοῦ, ἵνα ὦσίν μοι εἰς μαρτύριον ὅτι ἐγὼ ὤρυξα τὸ ϕρέαρ τοῦτο.
Verse: 31    
διὰ τοῦτο ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμϕότεροι.
Verse: 32    
καὶ διέϑεντο διαϑήκην ἐν τῷ ϕρέατι τοῦ ὅρκου. ἀνέστη δὲ Αβιμελεχ καὶ Οχοζαϑ νυμϕαγωγὸς αὐτοῦ καὶ Φικολ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιιμ.
Verse: 33    
καὶ ἐϕύτευσεν Αβρααμ ἄρουραν ἐπὶ τῷ ϕρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα κυρίου Θεὸς αἰώνιος.
Verse: 34    
παρῴκησεν δὲ Αβρααμ ἐν τῇ γῇ τῶν Φυλιστιιμ ἡμέρας πολλάς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.