TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 26
Previous part

Chapter: 26 
Verse: 1    ᾽Εγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Αβρααμ· ἐπορεύϑη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα.
Verse: 2    
ὤϕϑη δὲ αὐτῷ κύριος καὶ εἶπεν Μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ἄν σοι εἴπω.
Verse: 3    
καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα Αβρααμ τῷ πατρί σου.
Verse: 4    
καὶ πληϑυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηϑήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔϑνη τῆς γῆς,
Verse: 5    
ἀνϑ' ὧν ὑπήκουσεν Αβρααμ πατήρ σου τῆς ἐμῆς ϕωνῆς καὶ ἐϕύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.
Verse: 6    
καὶ κατῴκησεν Ισαακ ἐν Γεραροις.
Verse: 7    
᾽Επηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν ᾽Αδελϕή μού ἐστιν· ἐϕοβήϑη γὰρ εἰπεῖν ὅτι Γυνή μού ἐστιν, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.
Verse: 8    
ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· παρακύψας δὲ Αβιμελεχ βασιλεὺς Γεραρων διὰ τῆς ϑυρίδος εἶδεν τὸν Ισαακ παίζοντα μετὰ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ.
Verse: 9    
ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἶπεν αὐτῷ ῎Αρα γε γυνή σού ἐστιν· τί ὅτι εἶπας ᾽Αδελϕή μού ἐστιν; εἶπεν δὲ αὐτῷ Ισαακ Εἶπα γάρ Μήποτε ἀποϑάνω δι' αὐτήν.
Verse: 10    
εἶπεν δὲ αὐτῷ Αβιμελεχ Τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήϑη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἐϕ' ἡμᾶς ἄγνοιαν.
Verse: 11    
συνέταξεν δὲ Αβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶς ἁπτόμενος τοῦ ἀνϑρώπου τούτου τῆς γυναικὸς αὐτοῦ ϑανάτου ἔνοχος ἔσται.
Verse: 12    
῎Εσπειρεν δὲ Ισαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριϑήν· εὐλόγησεν δὲ αὐτὸν κύριος.
Verse: 13    
καὶ ὑψώϑη ἄνϑρωπος καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σϕόδρα·
Verse: 14    
ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιιμ,
Verse: 15    
καὶ πάντα τὰ ϕρέατα, ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέϕραξαν αὐτὰ οἱ Φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γῆς.
Verse: 16    
εἶπεν δὲ Αβιμελεχ πρὸς Ισαακ ῎Απελϑε ἀϕ' ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σϕόδρα.
Verse: 17    
καὶ ἀπῆλϑεν ἐκεῖϑεν Ισαακ καὶ κατέλυσεν ἐν τῇ ϕάραγγι Γεραρων καὶ κατῴκησεν ἐκεῖ.
Verse: 18    
καὶ πάλιν Ισαακ ὤρυξεν τὰ ϕρέατα τοῦ ὕδατος, ὤρυξαν οἱ παῖδες Αβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέϕραξαν αὐτὰ οἱ Φυλιστιιμ μετὰ τὸ ἀποϑανεῖν Αβρααμ τὸν πατέρα αὐτοῦ, καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἐπωνόμασεν Αβρααμ πατὴρ αὐτοῦ.
Verse: 19    
καὶ ὤρυξαν οἱ παῖδες Ισαακ ἐν τῇ ϕάραγγι Γεραρων καὶ εὗρον ἐκεῖ ϕρέαρ ὕδατος ζῶντος.
Verse: 20    
καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεραρων μετὰ τῶν ποιμένων Ισαακ ϕάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ ϕρέατος ᾽Αδικία· ἠδίκησαν γὰρ αὐτόν.
Verse: 21    
ἀπάρας δὲ Ισαακ ἐκεῖϑεν ὤρυξεν ϕρέαρ ἕτερον, ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ ᾽Εχϑρία.
Verse: 22    
ἀπάρας δὲ ἐκεῖϑεν ὤρυξεν ϕρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία λέγων Διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.
Verse: 23    
᾽Ανέβη δὲ ἐκεῖϑεν ἐπὶ τὸ ϕρέαρ τοῦ ὅρκου.
Verse: 24    
καὶ ὤϕϑη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν ᾽Εγώ εἰμι ϑεὸς Αβρααμ τοῦ πατρός σου· μὴ ϕοβοῦ· μετὰ σοῦ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληϑυνῶ τὸ σπέρμα σου διὰ Αβρααμ τὸν πατέρα σου.
Verse: 25    
καὶ ᾠκοδόμησεν ἐκεῖ ϑυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ισαακ ϕρέαρ.
Verse: 26    
καὶ Αβιμελεχ ἐπορεύϑη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαϑ νυμϕαγωγὸς αὐτοῦ καὶ Φικολ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ.
Verse: 27    
καὶ εἶπεν αὐτοῖς Ισαακ ῞Ινα τί ἤλϑατε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀϕ' ὑμῶν.
Verse: 28    
καὶ εἶπαν ᾽Ιδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ, καὶ εἴπαμεν Γενέσϑω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαϑησόμεϑα μετὰ σοῦ διαϑήκην
Verse: 29    
μὴ ποιήσειν μεϑ' ἡμῶν κακόν, καϑότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεϑα, καὶ ὃν τρόπον ἐχρησάμεϑά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ' εἰρήνης· καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου.
Verse: 30    
καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔϕαγον καὶ ἔπιον·
Verse: 31    
καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνϑρωπος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ, καὶ ἀπῴχοντο ἀπ' αὐτοῦ μετὰ σωτηρίας.
Verse: 32    
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ ϕρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν Οὐχ εὕρομεν ὕδωρ.
Verse: 33    
καὶ ἐκάλεσεν αὐτὸ ῞Ορκος· διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας.
Verse: 34    
῏Ην δὲ Ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα Ιουδιν τὴν ϑυγατέρα Βεηρ τοῦ Χετταίου καὶ τὴν Βασεμμαϑ ϑυγατέρα Αιλων τοῦ Ευαίου.
Verse: 35    
καὶ ἦσαν ἐρίζουσαι τῷ Ισαακ καὶ τῇ Ρεβεκκα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.