TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 25
Previous part

Chapter: 25 
Verse: 1    Προσϑέμενος δὲ Αβρααμ ἔλαβεν γυναῖκα, ὄνομα Χεττουρα.
Verse: 2    
ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμραν καὶ τὸν Ιεξαν καὶ τὸν Μαδαν καὶ τὸν Μαδιαμ καὶ τὸν Ιεσβοκ καὶ τὸν Σωυε.
Verse: 3    
Ιεξαν δὲ ἐγέννησεν τὸν Σαβα καὶ τὸν Θαιμαν καὶ τὸν Δαιδαν· υἱοὶ δὲ Δαιδαν ἐγένοντο Ραγουηλ καὶ Ναβδεηλ καὶ Ασσουριιμ καὶ Λατουσιιμ καὶ Λοωμιμ.
Verse: 4    
υἱοὶ δὲ Μαδιαμ· Γαιϕα καὶ Αϕερ καὶ Ενωχ καὶ Αβιρα καὶ Ελραγα. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττουρας.
Verse: 5    
῎Εδωκεν δὲ Αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ισαακ τῷ υἱῷ αὐτοῦ,
Verse: 6    
καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ισαακ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.
Verse: 7    
Ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Αβρααμ, ὅσα ἔζησεν· ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη.
Verse: 8    
καὶ ἐκλιπὼν ἀπέϑανεν Αβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέϑη πρὸς τὸν λαὸν αὐτοῦ.
Verse: 9    
καὶ ἔϑαψαν αὐτὸν Ισαακ καὶ Ισμαηλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Εϕρων τοῦ Σααρ τοῦ Χετταίου, ἐστιν ἀπέναντι Μαμβρη,
Verse: 10    
τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ἐκτήσατο Αβρααμ παρὰ τῶν υἱῶν Χετ, ἐκεῖ ἔϑαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ.
Verse: 11    
ἐγένετο δὲ μετὰ τὸ ἀποϑανεῖν Αβρααμ εὐλόγησεν ϑεὸς Ισαακ τὸν υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ισαακ παρὰ τὸ ϕρέαρ τῆς ὁράσεως.
Verse: 12    
Αὗται δὲ αἱ γενέσεις Ισμαηλ τοῦ υἱοῦ Αβρααμ, ὃν ἔτεκεν Αγαρ παιδίσκη Σαρρας τῷ Αβρααμ,
Verse: 13    
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισμαηλ κατ' ὄνομα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ισμαηλ Ναβαιωϑ καὶ Κηδαρ καὶ Ναβδεηλ καὶ Μασσαμ
Verse: 14    
καὶ Μασμα καὶ Ιδουμα καὶ Μασση
Verse: 15    
καὶ Χοδδαδ καὶ Θαιμαν καὶ Ιετουρ καὶ Ναϕες καὶ Κεδμα.
Verse: 16    
οὗτοί εἰσιν οἱ υἱοὶ Ισμαηλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔϑνη αὐτῶν.
Verse: 17    
καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ισμαηλ· ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη· καὶ ἐκλιπὼν ἀπέϑανεν καὶ προσετέϑη πρὸς τὸ γένος αὐτοῦ.
Verse: 18    
κατῴκησεν δὲ ἀπὸ Ευιλατ ἕως Σουρ, ἐστιν κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλϑεῖν πρὸς ᾽Ασσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελϕῶν αὐτοῦ κατῴκησεν.
Verse: 19    
Καὶ αὗται αἱ γενέσεις Ισαακ τοῦ υἱοῦ Αβρααμ· Αβρααμ ἐγέννησεν τὸν Ισαακ.
Verse: 20    
ἦν δὲ Ισαακ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβεν τὴν Ρεβεκκαν ϑυγατέρα Βαϑουηλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας ἀδελϕὴν Λαβαν τοῦ Σύρου ἑαυτῷ γυναῖκα.
Verse: 21    
ἐδεῖτο δὲ Ισαακ κυρίου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσεν δὲ αὐτοῦ ϑεός, καὶ ἔλαβεν ἐν γαστρὶ Ρεβεκκα γυνὴ αὐτοῦ.
Verse: 22    
ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπεν δέ Εἰ οὕτως μοι μέλλει γίνεσϑαι, ἵνα τί μοι τοῦτο; ἐπορεύϑη δὲ πυϑέσϑαι παρὰ κυρίου,
Verse: 23    
καὶ εἶπεν κύριος αὐτῇ Δύο ἔϑνη ἐν τῇ γαστρί σού εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ μείζων δουλεύσει τῷ ἐλάσσονι.
Verse: 24    
καὶ ἐπληρώϑησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.
Verse: 25    
ἐξῆλϑεν δὲ υἱὸς πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ησαυ.
Verse: 26    
καὶ μετὰ τοῦτο ἐξῆλϑεν ἀδελϕὸς αὐτοῦ, καὶ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ησαυ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιακωβ. Ισαακ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ρεβεκκα.
Verse: 27    
Ηὐξήϑησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ησαυ ἄνϑρωπος εἰδὼς κυνηγεῖν ἄγροικος, Ιακωβ δὲ ἦν ἄνϑρωπος ἄπλαστος οἰκῶν οἰκίαν.
Verse: 28    
ἠγάπησεν δὲ Ισαακ τὸν Ησαυ, ὅτι ϑήρα αὐτοῦ βρῶσις αὐτῷ· Ρεβεκκα δὲ ἠγάπα τὸν Ιακωβ.
Verse: 29    
ἥψησεν δὲ Ιακωβ ἕψεμα· ἦλϑεν δὲ Ησαυ ἐκ τοῦ πεδίου ἐκλείπων,
Verse: 30    
καὶ εἶπεν Ησαυ τῷ Ιακωβ Γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήϑη τὸ ὄνομα αὐτοῦ Εδωμ.
Verse: 31    
εἶπεν δὲ Ιακωβ τῷ Ησαυ ᾽Απόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί.
Verse: 32    
εἶπεν δὲ Ησαυ ᾽Ιδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια;
Verse: 33    
καὶ εἶπεν αὐτῷ Ιακωβ ῎Ομοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ησαυ τὰ πρωτοτόκια τῷ Ιακωβ.
Verse: 34    
Ιακωβ δὲ ἔδωκεν τῷ Ησαυ ἄρτον καὶ ἕψεμα ϕακοῦ, καὶ ἔϕαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ᾤχετο· καὶ ἐϕαύλισεν Ησαυ τὰ πρωτοτόκια.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.