TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 24
Previous part

Chapter: 24 
Verse: 1    Καὶ Αβρααμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ κύριος εὐλόγησεν τὸν Αβρααμ κατὰ πάντα.
Verse: 2    
καὶ εἶπεν Αβρααμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
Verse: 3    
καὶ ἐξορκιῶ σε κύριον τὸν ϑεὸν τοῦ οὐρανοῦ καὶ τὸν ϑεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ισαακ ἀπὸ τῶν ϑυγατέρων τῶν Χαναναίων, μεϑ' ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,
Verse: 4    
ἀλλὰ εἰς τὴν γῆν μου, οὗ ἐγενόμην, πορεύσῃ καὶ εἰς τὴν ϕυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ισαακ ἐκεῖϑεν.
Verse: 5    
εἶπεν δὲ πρὸς αὐτὸν παῖς Μήποτε οὐ βούλεται γυνὴ πορευϑῆναι μετ' ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅϑεν ἐξῆλϑες ἐκεῖϑεν;
Verse: 6    
εἶπεν δὲ πρὸς αὐτὸν Αβρααμ Πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
Verse: 7    
κύριος ϑεὸς τοῦ οὐρανοῦ καὶ ϑεὸς τῆς γῆς, ὃς ἔλαβέν με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγενήϑην, ὃς ἐλάλησέν μοι καὶ ὤμοσέν μοι λέγων Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσϑέν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου Ισαακ ἐκεῖϑεν.
Verse: 8    
ἐὰν δὲ μὴ ϑέλῃ γυνὴ πορευϑῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καϑαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου τούτου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
Verse: 9    
καὶ ἔϑηκεν παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Αβρααμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου
Verse: 10    
Καὶ ἔλαβεν παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαϑῶν τοῦ κυρίου αὐτοῦ μεϑ' ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύϑη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχωρ.
Verse: 11    
καὶ ἐκοίμισεν τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ ϕρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
Verse: 12    
καὶ εἶπεν Κύριε ϑεὸς τοῦ κυρίου μου Αβρααμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Αβρααμ.
Verse: 13    
ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ ϑυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ,
Verse: 14    
καὶ ἔσται παρϑένος, ἂν ἐγὼ εἴπω ᾽Επίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ισαακ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Αβρααμ.
Verse: 15    
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ, καὶ ἰδοὺ Ρεβεκκα ἐξεπορεύετο τεχϑεῖσα Βαϑουηλ υἱῷ Μελχας τῆς γυναικὸς Ναχωρ ἀδελϕοῦ δὲ Αβρααμ ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
Verse: 16    
δὲ παρϑένος ἦν καλὴ τῇ ὄψει σϕόδρα· παρϑένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν καὶ ἀνέβη.
Verse: 17    
ἐπέδραμεν δὲ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπεν Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
Verse: 18    
δὲ εἶπεν Πίε, κύριε. καὶ ἔσπευσεν καὶ καϑεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν,
Verse: 19    
ἕως ἐπαύσατο πίνων. καὶ εἶπεν Καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσιν.
Verse: 20    
καὶ ἔσπευσεν καὶ ἐξεκένωσεν τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἔτι ἐπὶ τὸ ϕρέαρ ἀντλῆσαι καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
Verse: 21    
δὲ ἄνϑρωπος κατεμάνϑανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐόδωκεν κύριος τὴν ὁδὸν αὐτοῦ οὔ.
Verse: 22    
ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ἄνϑρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
Verse: 23    
καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπεν Θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι· εἰ ἔστιν παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι;
Verse: 24    
καὶ εἶπεν αὐτῷ Θυγάτηρ Βαϑουηλ εἰμὶ ἐγὼ τοῦ Μελχας, ὃν ἔτεκεν τῷ Ναχωρ.
Verse: 25    
καὶ εἶπεν αὐτῷ Καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ' ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
Verse: 26    
καὶ εὐδοκήσας ἄνϑρωπος προσεκύνησεν κυρίῳ
Verse: 27    
καὶ εἶπεν Εὐλογητὸς κύριος ϑεὸς τοῦ κυρίου μου Αβρααμ, ὃς οὐκ ἐγκατέλιπεν τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήϑειαν ἀπὸ τοῦ κυρίου μου· ἐμὲ εὐόδωκεν κύριος εἰς οἶκον τοῦ ἀδελϕοῦ τοῦ κυρίου μου.
Verse: 28    
Καὶ δραμοῦσα παῖς ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
Verse: 29    
τῇ δὲ Ρεβεκκα ἀδελϕὸς ἦν, ὄνομα Λαβαν· καὶ ἔδραμεν Λαβαν πρὸς τὸν ἄνϑρωπον ἔξω ἐπὶ τὴν πηγήν.
Verse: 30    
καὶ ἐγένετο ἡνίκα εἶδεν τὰ ἐνώτια καὶ τὰ ψέλια ἐπὶ τὰς χεῖρας τῆς ἀδελϕῆς αὐτοῦ καὶ ὅτε ἤκουσεν τὰ ῥήματα Ρεβεκκας τῆς ἀδελϕῆς αὐτοῦ λεγούσης Οὕτως λελάληκέν μοι ἄνϑρωπος, καὶ ἦλϑεν πρὸς τὸν ἄνϑρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
Verse: 31    
καὶ εἶπεν αὐτῷ Δεῦρο εἴσελϑε· εὐλογητὸς κύριος· ἵνα τί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμακα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
Verse: 32    
εἰσῆλϑεν δὲ ἄνϑρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξεν τὰς καμήλους. καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασϑαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶν τῶν ἀνδρῶν τῶν μετ' αὐτοῦ.
Verse: 33    
καὶ παρέϑηκεν αὐτοῖς ἄρτους ϕαγεῖν. καὶ εἶπεν Οὐ μὴ ϕάγω ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. καὶ εἶπαν Λάλησον.
Verse: 34    
Καὶ εἶπεν Παῖς Αβρααμ ἐγώ εἰμι.
Verse: 35    
κύριος δὲ εὐλόγησεν τὸν κύριόν μου σϕόδρα, καὶ ὑψώϑη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους.
Verse: 36    
καὶ ἔτεκεν Σαρρα γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
Verse: 37    
καὶ ὥρκισέν με κύριός μου λέγων Οὐ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν ϑυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν,
Verse: 38    
ἀλλ' εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν ϕυλήν μου καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖϑεν.
Verse: 39    
εἶπα δὲ τῷ κυρίῳ μου Μήποτε οὐ πορεύσεται γυνὴ μετ' ἐμοῦ.
Verse: 40    
καὶ εἶπέν μοι Κύριος, εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς ϕυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
Verse: 41    
τότε ἀϑῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλϑῃς εἰς τὴν ἐμὴν ϕυλὴν καὶ μή σοι δῶσιν, καὶ ἔσῃ ἀϑῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
Verse: 42    
καὶ ἐλϑὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα Κύριε ϑεὸς τοῦ κυρίου μου Αβρααμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἣν νῦν ἐγὼ πορεύομαι ἐπ' αὐτήν,
Verse: 43    
ἰδοὺ ἐγὼ ἐϕέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ ϑυγατέρες τῶν ἀνϑρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασϑαι ὕδωρ, καὶ ἔσται παρϑένος, ἂν ἐγὼ εἴπω Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου,
Verse: 44    
καὶ εἴπῃ μοι Καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη γυνή, ἣν ἡτοίμασεν κύριος τῷ ἑαυτοῦ ϑεράποντι Ισαακ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Αβρααμ.
Verse: 45    
καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ εὐϑὺς Ρεβεκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ Πότισόν με.
Verse: 46    
καὶ σπεύσασα καϑεῖλεν τὴν ὑδρίαν αὐτῆς ἀϕ' ἑαυτῆς καὶ εἶπεν Πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον, καὶ τὰς καμήλους μου ἐπότισεν.
Verse: 47    
καὶ ἠρώτησα αὐτὴν καὶ εἶπα Τίνος εἶ ϑυγάτηρ; δὲ ἔϕη Θυγάτηρ Βαϑουηλ εἰμὶ τοῦ υἱοῦ Ναχωρ, ὃν ἔτεκεν αὐτῷ Μελχα. καὶ περιέϑηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλια περὶ τὰς χεῖρας αὐτῆς·
Verse: 48    
καὶ εὐδοκήσας προσεκύνησα κυρίῳ καὶ εὐλόγησα κύριον τὸν ϑεὸν τοῦ κυρίου μου Αβρααμ, ὃς εὐόδωσέν μοι ἐν ὁδῷ ἀληϑείας λαβεῖν τὴν ϑυγατέρα τοῦ ἀδελϕοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
Verse: 49    
εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, εἰ δὲ μή, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν εἰς ἀριστεράν.
Verse: 50    
᾽Αποκριϑεὶς δὲ Λαβαν καὶ Βαϑουηλ εἶπαν Παρὰ κυρίου ἐξῆλϑεν τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεϑα οὖν σοι ἀντειπεῖν κακὸν καλῷ.
Verse: 51    
ἰδοὺ Ρεβεκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε, καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καϑὰ ἐλάλησεν κύριος.
Verse: 52    
ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τὸν Αβρααμ τῶν ῥημάτων τούτων προσεκύνησεν ἐπὶ τὴν γῆν κυρίῳ.
Verse: 53    
καὶ ἐξενέγκας παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκεν Ρεβεκκα καὶ δῶρα ἔδωκεν τῷ ἀδελϕῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς.
Verse: 54    
καὶ ἔϕαγον καὶ ἔπιον, αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ ὄντες, καὶ ἐκοιμήϑησαν. Καὶ ἀναστὰς πρωὶ εἶπεν ᾽Εκπέμψατέ με, ἵνα ἀπέλϑω πρὸς τὸν κύριόν μου.
Verse: 55    
εἶπαν δὲ οἱ ἀδελϕοὶ αὐτῆς καὶ μήτηρ Μεινάτω παρϑένος μεϑ' ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.
Verse: 56    
δὲ εἶπεν πρὸς αὐτούς Μὴ κατέχετέ με, καὶ κύριος εὐόδωσεν τὴν ὁδόν μου· ἐκπέμψατέ με, ἵνα ἀπέλϑω πρὸς τὸν κύριόν μου.
Verse: 57    
οἱ δὲ εἶπαν Καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
Verse: 58    
καὶ ἐκάλεσαν Ρεβεκκαν καὶ εἶπαν αὐτῇ Πορεύσῃ μετὰ τοῦ ἀνϑρώπου τούτου; δὲ εἶπεν Πορεύσομαι.
Verse: 59    
καὶ ἐξέπεμψαν Ρεβεκκαν τὴν ἀδελϕὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τὸν Αβρααμ καὶ τοὺς μετ' αὐτοῦ.
Verse: 60    
καὶ εὐλόγησαν Ρεβεκκαν τὴν ἀδελϕὴν αὐτῶν καὶ εἶπαν αὐτῇ ᾽Αδελϕὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
Verse: 61    
ἀναστᾶσα δὲ Ρεβεκκα καὶ αἱ ἅβραι αὐτῆς ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύϑησαν μετὰ τοῦ ἀνϑρώπου, καὶ ἀναλαβὼν παῖς τὴν Ρεβεκκαν ἀπῆλϑεν.
Verse: 62    
Ισαακ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ ϕρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατῴκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.
Verse: 63    
καὶ ἐξῆλϑεν Ισαακ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀϕϑαλμοῖς εἶδεν καμήλους ἐρχομένας.
Verse: 64    
καὶ ἀναβλέψασα Ρεβεκκα τοῖς ὀϕϑαλμοῖς εἶδεν τὸν Ισαακ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου
Verse: 65    
καὶ εἶπεν τῷ παιδί Τίς ἐστιν ἄνϑρωπος ἐκεῖνος πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπεν δὲ παῖς Οὗτός ἐστιν κύριός μου. δὲ λαβοῦσα τὸ ϑέριστρον περιεβάλετο.
Verse: 66    
καὶ διηγήσατο παῖς τῷ Ισαακ πάντα τὰ ῥήματα, ἐποίησεν.
Verse: 67    
εἰσῆλϑεν δὲ Ισαακ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβεν τὴν Ρεβεκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήϑη Ισαακ περὶ Σαρρας τῆς μητρὸς αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.