TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 23
Previous part

Chapter: 23 
Verse: 1    ᾽Εγένετο δὲ ζωὴ Σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά.
Verse: 2    
καὶ ἀπέϑανεν Σαρρα ἐν πόλει Αρβοκ, ἐστιν ἐν τῷ κοιλώματι [αὕτη ἐστὶν Χεβρων] ἐν γῇ Χανααν. ἦλϑεν δὲ Αβρααμ κόψασϑαι Σαρραν καὶ πενϑῆσαι.
Verse: 3    
καὶ ἀνέστη Αβρααμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς Χετ λέγων
Verse: 4    
Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεϑ' ὑμῶν· δότε οὖν μοι κτῆσιν τάϕου μεϑ' ὑμῶν, καὶ ϑάψω τὸν νεκρόν μου ἀπ' ἐμοῦ.
Verse: 5    
ἀπεκρίϑησαν δὲ οἱ υἱοὶ Χετ πρὸς Αβρααμ λέγοντες
Verse: 6    
Μή, κύριε· ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ ϑεοῦ εἶ σὺ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν ϑάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ ϑάψαι τὸν νεκρόν σου ἐκεῖ.
Verse: 7    
ἀναστὰς δὲ Αβρααμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς Χετ,
Verse: 8    
καὶ ἐλάλησεν πρὸς αὐτοὺς Αβρααμ λέγων Εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε ϑάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Εϕρων τῷ τοῦ Σααρ,
Verse: 9    
καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
Verse: 10    
Εϕρων δὲ ἐκάϑητο ἐν μέσῳ τῶν υἱῶν Χετ· ἀποκριϑεὶς δὲ Εϕρων Χετταῖος πρὸς Αβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων
Verse: 11    
Παρ' ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· ϑάψον τὸν νεκρόν σου.
Verse: 12    
καὶ προσεκύνησεν Αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
Verse: 13    
καὶ εἶπεν τῷ Εϕρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς ᾽Επειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ' ἐμοῦ, καὶ ϑάψω τὸν νεκρόν μου ἐκεῖ.
Verse: 14    
ἀπεκρίϑη δὲ Εϕρων τῷ Αβρααμ λέγων
Verse: 15    
Οὐχί, κύριε· ἀκήκοα. γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο; σὺ δὲ τὸν νεκρόν σου ϑάψον.
Verse: 16    
καὶ ἤκουσεν Αβρααμ τοῦ Εϕρων, καὶ ἀπεκατέστησεν Αβρααμ τῷ Εϕρων τὸ ἀργύριον, ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χετ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
Verse: 17    
καὶ ἔστη ἀγρὸς Εϕρων, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη, ἀγρὸς καὶ τὸ σπήλαιον, ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ἦν ἐν τῷ ἀγρῷ, ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,
Verse: 18    
τῷ Αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
Verse: 19    
μετὰ ταῦτα ἔϑαψεν Αβρααμ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ἐστιν ἀπέναντι Μαμβρη [αὕτη ἐστὶν Χεβρων] ἐν τῇ γῇ Χανααν.
Verse: 20    
καὶ ἐκυρώϑη ἀγρὸς καὶ τὸ σπήλαιον, ἦν ἐν αὐτῷ, τῷ Αβρααμ εἰς κτῆσιν τάϕου παρὰ τῶν υἱῶν Χετ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.