TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 42
Previous part

Chapter: 42 
Verse: 1    ᾽Ιδὼν δὲ Ιακωβ ὅτι ἔστιν πρᾶσις ἐν Αἰγύπτῳ, εἶπεν τοῖς υἱοῖς αὐτοῦ ῞Ινα τί ῥᾳϑυμεῖτε;
Verse: 2    
ἰδοὺ ἀκήκοα ὅτι ἔστιν σῖτος ἐν Αἰγύπτῳ· κατάβητε ἐκεῖ καὶ πρίασϑε ἡμῖν μικρὰ βρώματα, ἵνα ζῶμεν καὶ μὴ ἀποϑάνωμεν.
Verse: 3    
κατέβησαν δὲ οἱ ἀδελϕοὶ Ιωσηϕ οἱ δέκα πρίασϑαι σῖτον ἐξ Αἰγύπτου·
Verse: 4    
τὸν δὲ Βενιαμιν τὸν ἀδελϕὸν Ιωσηϕ οὐκ ἀπέστειλεν μετὰ τῶν ἀδελϕῶν αὐτοῦ· εἶπεν γάρ Μήποτε συμβῇ αὐτῷ μαλακία.
Verse: 5    
῏Ηλϑον δὲ οἱ υἱοὶ Ισραηλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· ἦν γὰρ λιμὸς ἐν γῇ Χανααν.
Verse: 6    
Ιωσηϕ δὲ ἦν ἄρχων τῆς γῆς, οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλϑόντες δὲ οἱ ἀδελϕοὶ Ιωσηϕ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.
Verse: 7    
ἰδὼν δὲ Ιωσηϕ τοὺς ἀδελϕοὺς αὐτοῦ ἐπέγνω καὶ ἠλλοτριοῦτο ἀπ' αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ καὶ εἶπεν αὐτοῖς Πόϑεν ἥκατε; οἱ δὲ εἶπαν ᾽Εκ γῆς Χανααν ἀγοράσαι βρώματα.
Verse: 8    
ἐπέγνω δὲ Ιωσηϕ τοὺς ἀδελϕοὺς αὐτοῦ, αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν.
Verse: 9    
καὶ ἐμνήσϑη Ιωσηϕ τῶν ἐνυπνίων, ὧν εἶδεν αὐτός, καὶ εἶπεν αὐτοῖς Κατάσκοποί ἐστε· κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε.
Verse: 10    
οἱ δὲ εἶπαν Οὐχί, κύριε· οἱ παῖδές σου ἤλϑομεν πρίασϑαι βρώματα·
Verse: 11    
πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνϑρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι.
Verse: 12    
εἶπεν δὲ αὐτοῖς Οὐχί, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλϑατε ἰδεῖν.
Verse: 13    
οἱ δὲ εἶπαν Δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελϕοὶ ἐν γῇ Χανααν, καὶ ἰδοὺ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον, δὲ ἕτερος οὐχ ὑπάρχει.
Verse: 14    
εἶπεν δὲ αὐτοῖς Ιωσηϕ Τοῦτό ἐστιν, εἴρηκα ὑμῖν λέγων ὅτι Κατάσκοποί ἐστε·
Verse: 15    
ἐν τούτῳ ϕανεῖσϑε· νὴ τὴν ὑγίειαν Φαραω, οὐ μὴ ἐξέλϑητε ἐντεῦϑεν, ἐὰν μὴ ἀδελϕὸς ὑμῶν νεώτερος ἔλϑῃ ὧδε.
Verse: 16    
ἀποστείλατε ἐξ ὑμῶν ἕνα καὶ λάβετε τὸν ἀδελϕὸν ὑμῶν, ὑμεῖς δὲ ἀπάχϑητε ἕως τοῦ ϕανερὰ γενέσϑαι τὰ ῥήματα ὑμῶν, εἰ ἀληϑεύετε οὔ· εἰ δὲ μή, νὴ τὴν ὑγίειαν Φαραω, μὴν κατάσκοποί ἐστε.
Verse: 17    
καὶ ἔϑετο αὐτοὺς ἐν ϕυλακῇ ἡμέρας τρεῖς.
Verse: 18    
Εἶπεν δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ Τοῦτο ποιήσατε καὶ ζήσεσϑε τὸν ϑεὸν γὰρ ἐγὼ ϕοβοῦμαι ·
Verse: 19    
εἰ εἰρηνικοί ἐστε, ἀδελϕὸς ὑμῶν εἷς κατασχεϑήτω ἐν τῇ ϕυλακῇ, αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν
Verse: 20    
καὶ τὸν ἀδελϕὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευϑήσονται τὰ ῥήματα ὑμῶν· εἰ δὲ μή, ἀποϑανεῖσϑε. ἐποίησαν δὲ οὕτως.
Verse: 21    
καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελϕὸν αὐτοῦ Ναί· ἐν ἁμαρτίᾳ γάρ ἐσμεν περὶ τοῦ ἀδελϕοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν ϑλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· ἕνεκεν τούτου ἐπῆλϑεν ἐϕ' ἡμᾶς ϑλῖψις αὕτη.
Verse: 22    
ἀποκριϑεὶς δὲ Ρουβην εἶπεν αὐτοῖς Οὐκ ἐλάλησα ὑμῖν λέγων Μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ εἰσηκούσατέ μου· καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται.
Verse: 23    
αὐτοὶ δὲ οὐκ ᾔδεισαν ὅτι ἀκούει Ιωσηϕ· γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν.
Verse: 24    
ἀποστραϕεὶς δὲ ἀπ' αὐτῶν ἔκλαυσεν Ιωσηϕ. καὶ πάλιν προσῆλϑεν πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς καὶ ἔλαβεν τὸν Συμεων ἀπ' αὐτῶν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν.
Verse: 25    
ἐνετείλατο δὲ Ιωσηϕ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστου εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. καὶ ἐγενήϑη αὐτοῖς οὕτως.
Verse: 26    
καὶ ἐπιϑέντες τὸν σῖτον ἐπὶ τοὺς ὄνους αὐτῶν ἀπῆλϑον ἐκεῖϑεν.
Verse: 27    
λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ, οὗ κατέλυσαν, εἶδεν τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου·
Verse: 28    
καὶ εἶπεν τοῖς ἀδελϕοῖς αὐτοῦ ᾽Απεδόϑη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου. καὶ ἐξέστη καρδία αὐτῶν, καὶ ἐταράχϑησαν πρὸς ἀλλήλους λέγοντες Τί τοῦτο ἐποίησεν ϑεὸς ἡμῖν;
Verse: 29    
῏Ηλϑον δὲ πρὸς Ιακωβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χανααν καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς λέγοντες
Verse: 30    
Λελάληκεν ἄνϑρωπος κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ καὶ ἔϑετο ἡμᾶς ἐν ϕυλακῇ ὡς κατασκοπεύοντας τὴν γῆν.
Verse: 31    
εἴπαμεν δὲ αὐτῷ Εἰρηνικοί ἐσμεν, οὔκ ἐσμεν κατάσκοποι·
Verse: 32    
δώδεκα ἀδελϕοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· εἷς οὐχ ὑπάρχει, δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χανααν.
Verse: 33    
εἶπεν δὲ ἡμῖν ἄνϑρωπος κύριος τῆς γῆς ᾽Εν τούτῳ γνώσομαι ὅτι εἰρηνικοί ἐστε· ἀδελϕὸν ἕνα ἄϕετε ὧδε μετ' ἐμοῦ, τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλϑατε
Verse: 34    
καὶ ἀγάγετε πρός με τὸν ἀδελϕὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλ' ὅτι εἰρηνικοί ἐστε, καὶ τὸν ἀδελϕὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύεσϑε.
Verse: 35    
ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν καὶ ἦν ἑκάστου δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν, αὐτοὶ καὶ πατὴρ αὐτῶν, καὶ ἐϕοβήϑησαν.
Verse: 36    
εἶπεν δὲ αὐτοῖς Ιακωβ πατὴρ αὐτῶν ᾽Εμὲ ἠτεκνώσατε· Ιωσηϕ οὐκ ἔστιν, Συμεων οὐκ ἔστιν, καὶ τὸν Βενιαμιν λήμψεσϑε· ἐπ' ἐμὲ ἐγένετο πάντα ταῦτα.
Verse: 37    
εἶπεν δὲ Ρουβην τῷ πατρὶ αὐτοῦ λέγων Τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ.
Verse: 38    
δὲ εἶπεν Οὐ καταβήσεται υἱός μου μεϑ' ὑμῶν, ὅτι ἀδελϕὸς αὐτοῦ ἀπέϑανεν καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισϑῆναι ἐν τῇ ὁδῷ, ἂν πορεύησϑε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.