TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 41
Previous part

Chapter: 41 
Verse: 1    ᾽Εγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν Φαραω εἶδεν ἐνύπνιον. ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ,
Verse: 2    
καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐβόσκοντο ἐν τῷ ἄχει·
Verse: 3    
ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ·
Verse: 4    
καὶ κατέϕαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶν τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτάς. ἠγέρϑη δὲ Φαραω.
Verse: 5    
καὶ ἐνυπνιάσϑη τὸ δεύτερον, καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυϑμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί·
Verse: 6    
ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόϕϑοροι ἀνεϕύοντο μετ' αὐτούς·
Verse: 7    
καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόϕϑοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις. ἠγέρϑη δὲ Φαραω, καὶ ἦν ἐνύπνιον.
Verse: 8    
᾽Εγένετο δὲ πρωὶ καὶ ἐταράχϑη ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσεν πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου καὶ πάντας τοὺς σοϕοὺς αὐτῆς, καὶ διηγήσατο αὐτοῖς Φαραω τὸ ἐνύπνιον, καὶ οὐκ ἦν ἀπαγγέλλων αὐτὸ τῷ Φαραω.
Verse: 9    
καὶ ἐλάλησεν ἀρχιοινοχόος πρὸς Φαραω λέγων Τὴν ἁμαρτίαν μου ἀναμιμνῄσκω σήμερον·
Verse: 10    
Φαραω ὠργίσϑη τοῖς παισὶν αὐτοῦ καὶ ἔϑετο ἡμᾶς ἐν ϕυλακῇ ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου, ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν.
Verse: 11    
καὶ εἴδομεν ἐνύπνιον ἐν νυκτὶ μιᾷ, ἐγώ τε καὶ αὐτός, ἕκαστος κατὰ τὸ αὑτοῦ ἐνύπνιον εἴδομεν.
Verse: 12    
ἦν δὲ ἐκεῖ μεϑ' ἡμῶν νεανίσκος παῖς Εβραῖος τοῦ ἀρχιμαγείρου, καὶ διηγησάμεϑα αὐτῷ, καὶ συνέκρινεν ἡμῖν.
Verse: 13    
ἐγενήϑη δὲ καϑὼς συνέκρινεν ἡμῖν, οὕτως καὶ συνέβη, ἐμέ τε ἀποκατασταϑῆναι ἐπὶ τὴν ἀρχήν μου, ἐκεῖνον δὲ κρεμασϑῆναι.
Verse: 14    
᾽Αποστείλας δὲ Φαραω ἐκάλεσεν τὸν Ιωσηϕ, καὶ ἐξήγαγον αὐτὸν ἐκ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ, καὶ ἦλϑεν πρὸς Φαραω.
Verse: 15    
εἶπεν δὲ Φαραω τῷ Ιωσηϕ ᾽Ενύπνιον ἑώρακα, καὶ συγκρίνων οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων ἀκούσαντά σε ἐνύπνια συγκρῖναι αὐτά.
Verse: 16    
ἀποκριϑεὶς δὲ Ιωσηϕ τῷ Φαραω εἶπεν ῎Ανευ τοῦ ϑεοῦ οὐκ ἀποκριϑήσεται τὸ σωτήριον Φαραω.
Verse: 17    
ἐλάλησεν δὲ Φαραω τῷ Ιωσηϕ λέγων ᾽Εν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ,
Verse: 18    
καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο ἐν τῷ ἄχει·
Verse: 19    
καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτῳ αἰσχροτέρας·
Verse: 20    
καὶ κατέϕαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς,
Verse: 21    
καὶ εἰσῆλϑον εἰς τὰς κοιλίας αὐτῶν καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλϑον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραὶ καϑὰ καὶ τὴν ἀρχήν. ἐξεγερϑεὶς δὲ ἐκοιμήϑην
Verse: 22    
καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυϑμένι ἑνὶ πλήρεις καὶ καλοί·
Verse: 23    
ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόϕϑοροι ἀνεϕύοντο ἐχόμενοι αὐτῶν·
Verse: 24    
καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόϕϑοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις. εἶπα οὖν τοῖς ἐξηγηταῖς, καὶ οὐκ ἦν ἀπαγγέλλων μοι.
Verse: 25    
Καὶ εἶπεν Ιωσηϕ τῷ Φαραω Τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν· ὅσα ϑεὸς ποιεῖ, ἔδειξεν τῷ Φαραω.
Verse: 26    
αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστίν, καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστίν· τὸ ἐνύπνιον Φαραω ἕν ἐστιν.
Verse: 27    
καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν ἑπτὰ ἔτη ἐστίν, καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόϕϑοροι ἔσονται ἑπτὰ ἔτη λιμοῦ.
Verse: 28    
τὸ δὲ ῥῆμα, εἴρηκα Φαραω ῞Οσα ϑεὸς ποιεῖ, ἔδειξεν τῷ Φαραω,
Verse: 29    
ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐϑηνία πολλὴ ἐν πάσῃ γῇ Αἰγύπτῳ·
Verse: 30    
ἥξει δὲ ἑπτὰ ἔτη λιμοῦ μετὰ ταῦτα, καὶ ἐπιλήσονται τῆς πλησμονῆς ἐν ὅλῃ γῇ Αἰγύπτῳ, καὶ ἀναλώσει λιμὸς τὴν γῆν,
Verse: 31    
καὶ οὐκ ἐπιγνωσϑήσεται εὐϑηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα· ἰσχυρὸς γὰρ ἔσται σϕόδρα.
Verse: 32    
περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραω δίς, ὅτι ἀληϑὲς ἔσται τὸ ῥῆμα τὸ παρὰ τοῦ ϑεοῦ, καὶ ταχυνεῖ ϑεὸς τοῦ ποιῆσαι αὐτό.
Verse: 33    
νῦν οὖν σκέψαι ἄνϑρωπον ϕρόνιμον καὶ συνετὸν καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς Αἰγύπτου·
Verse: 34    
καὶ ποιησάτω Φαραω καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς, καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γενήματα τῆς γῆς Αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐϑηνίας
Verse: 35    
καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων, καὶ συναχϑήτω σῖτος ὑπὸ χεῖρα Φαραω, βρώματα ἐν ταῖς πόλεσιν ϕυλαχϑήτω·
Verse: 36    
καὶ ἔσται τὰ βρώματα πεϕυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, ἔσονται ἐν γῇ Αἰγύπτῳ, καὶ οὐκ ἐκτριβήσεται γῆ ἐν τῷ λιμῷ.
Verse: 37    
῎Ηρεσεν δὲ τὰ ῥήματα ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ,
Verse: 38    
καὶ εἶπεν Φαραω πᾶσιν τοῖς παισὶν αὐτοῦ Μὴ εὑρήσομεν ἄνϑρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα ϑεοῦ ἐν αὐτῷ;
Verse: 39    
εἶπεν δὲ Φαραω τῷ Ιωσηϕ ᾽Επειδὴ ἔδειξεν ϑεός σοι πάντα ταῦτα, οὐκ ἔστιν ἄνϑρωπος ϕρονιμώτερος καὶ συνετώτερός σου·
Verse: 40    
σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς λαός μου· πλὴν τὸν ϑρόνον ὑπερέξω σου ἐγώ.
Verse: 41    
εἶπεν δὲ Φαραω τῷ Ιωσηϕ ᾽Ιδοὺ καϑίστημί σε σήμερον ἐπὶ πάσης γῆς Αἰγύπτου.
Verse: 42    
καὶ περιελόμενος Φαραω τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ περιέϑηκεν αὐτὸν ἐπὶ τὴν χεῖρα Ιωσηϕ καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην καὶ περιέϑηκεν κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ·
Verse: 43    
καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ, καὶ ἐκήρυξεν ἔμπροσϑεν αὐτοῦ κῆρυξ· καὶ κατέστησεν αὐτὸν ἐϕ' ὅλης γῆς Αἰγύπτου.
Verse: 44    
εἶπεν δὲ Φαραω τῷ Ιωσηϕ ᾽Εγὼ Φαραω· ἄνευ σοῦ οὐκ ἐξαρεῖ οὐϑεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσῃ γῇ Αἰγύπτου.
Verse: 45    
καὶ ἐκάλεσεν Φαραω τὸ ὄνομα Ιωσηϕ Ψονϑομϕανηχ· καὶ ἔδωκεν αὐτῷ τὴν Ασεννεϑ ϑυγατέρα Πετεϕρη ἱερέως ῾Ηλίου πόλεως αὐτῷ γυναῖκα.
Verse: 46    
Ιωσηϕ δὲ ἦν ἐτῶν τριάκοντα, ὅτε ἔστη ἐναντίον Φαραω βασιλέως Αἰγύπτου. ᾽Εξῆλϑεν δὲ Ιωσηϕ ἐκ προσώπου Φαραω καὶ διῆλϑεν πᾶσαν γῆν Αἰγύπτου.
Verse: 47    
καὶ ἐποίησεν γῆ ἐν τοῖς ἑπτὰ ἔτεσιν τῆς εὐϑηνίας δράγματα·
Verse: 48    
καὶ συνήγαγεν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἦν εὐϑηνία ἐν γῇ Αἰγύπτου, καὶ ἔϑηκεν τὰ βρώματα ἐν ταῖς πόλεσιν, βρώματα τῶν πεδίων τῆς πόλεως τῶν κύκλῳ αὐτῆς ἔϑηκεν ἐν αὐτῇ.
Verse: 49    
καὶ συνήγαγεν Ιωσηϕ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς ϑαλάσσης πολὺν σϕόδρα, ἕως οὐκ ἠδύναντο ἀριϑμῆσαι, οὐ γὰρ ἦν ἀριϑμός.
Verse: 50    
Τῷ δὲ Ιωσηϕ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλϑεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, οὓς ἔτεκεν αὐτῷ Ασεννεϑ ϑυγάτηρ Πετεϕρη ἱερέως ῾Ηλίου πόλεως.
Verse: 51    
ἐκάλεσεν δὲ Ιωσηϕ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασση, ὅτι ᾽Επιλαϑέσϑαι με ἐποίησεν ϑεὸς πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρός μου.
Verse: 52    
τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Εϕραιμ, ὅτι Ηὔξησέν με ϑεὸς ἐν γῇ ταπεινώσεώς μου.
Verse: 53    
Παρῆλϑον δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐϑηνίας, ἐγένοντο ἐν γῇ Αἰγύπτῳ,
Verse: 54    
καὶ ἤρξαντο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσϑαι, καϑὰ εἶπεν Ιωσηϕ. καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ, ἐν δὲ πάσῃ γῇ Αἰγύπτου ἦσαν ἄρτοι.
Verse: 55    
καὶ ἐπείνασεν πᾶσα γῆ Αἰγύπτου, ἐκέκραξεν δὲ λαὸς πρὸς Φαραω περὶ ἄρτων· εἶπεν δὲ Φαραω πᾶσι τοῖς Αἰγυπτίοις Πορεύεσϑε πρὸς Ιωσηϕ, καὶ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε.
Verse: 56    
καὶ λιμὸς ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς· ἀνέῳξεν δὲ Ιωσηϕ πάντας τοὺς σιτοβολῶνας καὶ ἐπώλει πᾶσι τοῖς Αἰγυπτίοις.
Verse: 57    
καὶ πᾶσαι αἱ χῶραι ἦλϑον εἰς Αἴγυπτον ἀγοράζειν πρὸς Ιωσηϕ· ἐπεκράτησεν γὰρ λιμὸς ἐν πάσῃ τῇ γῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.