TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 40
Chapter: 40
Verse: 1
᾽Εγένετο
δὲ
μετὰ
τὰ
ῥήματα
ταῦτα
ἥμαρτεν
ὁ
ἀρχιοινοχόος
τοῦ
βασιλέως
Αἰγύπτου
καὶ
ὁ
ἀρχισιτοποιὸς
τῷ
κυρίῳ
αὐτῶν
βασιλεῖ
Αἰγύπτου
.
Verse: 2
καὶ
ὠργίσϑη
Φαραω
ἐπὶ
τοῖς
δυσὶν
εὐνούχοις
αὐτοῦ
,
ἐπὶ
τῷ
ἀρχιοινοχόῳ
καὶ
ἐπὶ
τῷ
ἀρχισιτοποιῷ
,
Verse: 3
καὶ
ἔϑετο
αὐτοὺς
ἐν
ϕυλακῇ
παρὰ
τῷ
δεσμοϕύλακι
εἰς
τὸ
δεσμωτήριον
,
εἰς
τὸν
τόπον
,
οὗ
Ιωσηϕ
ἀπῆκτο
ἐκεῖ
.
Verse: 4
καὶ
συνέστησεν
ὁ
ἀρχιδεσμώτης
τῷ
Ιωσηϕ
αὐτούς
,
καὶ
παρέστη
αὐτοῖς
·
ἦσαν
δὲ
ἡμέρας
ἐν
τῇ
ϕυλακῇ
.
Verse: 5
καὶ
εἶδον
ἀμϕότεροι
ἐνύπνιον
,
ἑκάτερος
ἐνύπνιον
,
ἐν
μιᾷ
νυκτὶ
ὅρασις
τοῦ
ἐνυπνίου
αὐτοῦ
,
ὁ
ἀρχιοινοχόος
καὶ
ὁ
ἀρχισιτοποιός
,
οἳ
ἦσαν
τῷ
βασιλεῖ
Αἰγύπτου
,
οἱ
ὄντες
ἐν
τῷ
δεσμωτηρίῳ
.
Verse: 6
εἰσῆλϑεν
δὲ
πρὸς
αὐτοὺς
Ιωσηϕ
τὸ
πρωὶ
καὶ
εἶδεν
αὐτούς
,
καὶ
ἦσαν
τεταραγμένοι
.
Verse: 7
καὶ
ἠρώτα
τοὺς
εὐνούχους
Φαραω
,
οἳ
ἦσαν
μετ
'
αὐτοῦ
ἐν
τῇ
ϕυλακῇ
παρὰ
τῷ
κυρίῳ
αὐτοῦ
,
λέγων
Τί
ὅτι
τὰ
πρόσωπα
ὑμῶν
σκυϑρωπὰ
σήμερον
;
Verse: 8
οἱ
δὲ
εἶπαν
αὐτῷ
᾽Ενύπνιον
εἴδομεν
,
καὶ
ὁ
συγκρίνων
οὐκ
ἔστιν
αὐτό
.
εἶπεν
δὲ
αὐτοῖς
Ιωσηϕ
Οὐχὶ
διὰ
τοῦ
ϑεοῦ
ἡ
διασάϕησις
αὐτῶν
ἐστιν
;
διηγήσασϑε
οὖν
μοι
.
Verse: 9
καὶ
διηγήσατο
ὁ
ἀρχιοινοχόος
τὸ
ἐνύπνιον
αὐτοῦ
τῷ
Ιωσηϕ
καὶ
εἶπεν
᾽Εν
τῷ
ὕπνῳ
μου
ἦν
ἄμπελος
ἐναντίον
μου
·
Verse: 10
ἐν
δὲ
τῇ
ἀμπέλῳ
τρεῖς
πυϑμένες
,
καὶ
αὐτὴ
ϑάλλουσα
ἀνενηνοχυῖα
βλαστούς
·
πέπειροι
οἱ
βότρυες
σταϕυλῆς
.
Verse: 11
καὶ
τὸ
ποτήριον
Φαραω
ἐν
τῇ
χειρί
μου
·
καὶ
ἔλαβον
τὴν
σταϕυλὴν
καὶ
ἐξέϑλιψα
αὐτὴν
εἰς
τὸ
ποτήριον
καὶ
ἔδωκα
τὸ
ποτήριον
εἰς
τὰς
χεῖρας
Φαραω
.
Verse: 12
καὶ
εἶπεν
αὐτῷ
Ιωσηϕ
Τοῦτο
ἡ
σύγκρισις
αὐτοῦ
·
οἱ
τρεῖς
πυϑμένες
τρεῖς
ἡμέραι
εἰσίν
·
Verse: 13
ἔτι
τρεῖς
ἡμέραι
καὶ
μνησϑήσεται
Φαραω
τῆς
ἀρχῆς
σου
καὶ
ἀποκαταστήσει
σε
ἐπὶ
τὴν
ἀρχιοινοχοίαν
σου
,
καὶ
δώσεις
τὸ
ποτήριον
Φαραω
εἰς
τὴν
χεῖρα
αὐτοῦ
κατὰ
τὴν
ἀρχήν
σου
τὴν
προτέραν
,
ὡς
ἦσϑα
οἰνοχοῶν
.
Verse: 14
ἀλλὰ
μνήσϑητί
μου
διὰ
σεαυτοῦ
,
ὅταν
εὖ
σοι
γένηται
,
καὶ
ποιήσεις
ἐν
ἐμοὶ
ἔλεος
καὶ
μνησϑήσῃ
περὶ
ἐμοῦ
Φαραω
καὶ
ἐξάξεις
με
ἐκ
τοῦ
ὀχυρώματος
τούτου
·
Verse: 15
ὅτι
κλοπῇ
ἐκλάπην
ἐκ
γῆς
Εβραίων
καὶ
ὧδε
οὐκ
ἐποίησα
οὐδέν
,
ἀλλ
'
ἐνέβαλόν
με
εἰς
τὸν
λάκκον
τοῦτον
.
Verse: 16
καὶ
εἶδεν
ὁ
ἀρχισιτοποιὸς
ὅτι
ὀρϑῶς
συνέκρινεν
,
καὶ
εἶπεν
τῷ
Ιωσηϕ
Κἀγὼ
εἶδον
ἐνύπνιον
καὶ
ᾤμην
τρία
κανᾶ
χονδριτῶν
αἴρειν
ἐπὶ
τῆς
κεϕαλῆς
μου
·
Verse: 17
ἐν
δὲ
τῷ
κανῷ
τῷ
ἐπάνω
ἀπὸ
πάντων
τῶν
γενῶν
,
ὧν
ὁ
βασιλεὺς
Φαραω
ἐσϑίει
,
ἔργον
σιτοποιοῦ
,
καὶ
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ
κατήσϑιεν
αὐτὰ
ἀπὸ
τοῦ
κανοῦ
τοῦ
ἐπάνω
τῆς
κεϕαλῆς
μου
.
Verse: 18
ἀποκριϑεὶς
δὲ
Ιωσηϕ
εἶπεν
αὐτῷ
Αὕτη
ἡ
σύγκρισις
αὐτοῦ
·
τὰ
τρία
κανᾶ
τρεῖς
ἡμέραι
εἰσίν
·
Verse: 19
ἔτι
τριῶν
ἡμερῶν
ἀϕελεῖ
Φαραω
τὴν
κεϕαλήν
σου
ἀπὸ
σοῦ
καὶ
κρεμάσει
σε
ἐπὶ
ξύλου
,
καὶ
ϕάγεται
τὰ
ὄρνεα
τοῦ
οὐρανοῦ
τὰς
σάρκας
σου
ἀπὸ
σοῦ
.
Verse: 20
ἐγένετο
δὲ
ἐν
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
ἡμέρα
γενέσεως
ἦν
Φαραω
,
καὶ
ἐποίει
πότον
πᾶσι
τοῖς
παισὶν
αὐτοῦ
.
καὶ
ἐμνήσϑη
τῆς
ἀρχῆς
τοῦ
ἀρχιοινοχόου
καὶ
τῆς
ἀρχῆς
τοῦ
ἀρχισιτοποιοῦ
ἐν
μέσῳ
τῶν
παίδων
αὐτοῦ
Verse: 21
καὶ
ἀπεκατέστησεν
τὸν
ἀρχιοινοχόον
ἐπὶ
τὴν
ἀρχὴν
αὐτοῦ
,
καὶ
ἔδωκεν
τὸ
ποτήριον
εἰς
τὴν
χεῖρα
Φαραω
,
Verse: 22
τὸν
δὲ
ἀρχισιτοποιὸν
ἐκρέμασεν
,
καϑὰ
συνέκρινεν
αὐτοῖς
Ιωσηϕ
.
Verse: 23
οὐκ
ἐμνήσϑη
δὲ
ὁ
ἀρχιοινοχόος
τοῦ
Ιωσηϕ
,
ἀλλὰ
ἐπελάϑετο
αὐτοῦ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.