TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 799
Previous part

Chapter: 10 
Verse: 1  κάμνων τῇ ψυχῇ μου,
στένων ἐπαϕήσω ἐπ' αὐτὸν τὰ ῥήματά μου·
λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος
Verse: 2 
καὶ ἐρῶ πρὸς κύριον Μή με ἀσεβεῖν δίδασκε·
καὶ διὰ τί με οὕτως ἔκρινας;
Verse: 3 
καλόν σοι, ἐὰν ἀδικήσω,
ὅτι ἀπείπω ἔργα χειρῶν σου,
βουλῇ δὲ ἀσεβῶν προσέσχες;
Verse: 4 
ὥσπερ βροτὸς ὁρᾷ καϑορᾷς
καϑὼς ὁρᾷ ἄνϑρωπος βλέψῃ;S
Verse: 5 
βίος σου ἀνϑρώπινός ἐστιν
τὰ ἔτη σου ἀνδρός;
Verse: 6 
ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου
καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας.
Verse: 7 
οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα·
ἀλλὰ τίς ἐστιν ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;
Verse: 8 
αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με,
μετὰ ταῦτα μεταβαλών με ἔπαισας.
Verse: 9 
μνήσϑητι ὅτι πηλόν με ἔπλασας,
εἰς δὲ γῆν με πάλιν ἀποστρέϕεις.
Verse: 10 
οὐχ ὥσπερ γάλα με ἤμελξας,
ἐτύρωσας δέ με ἴσα τυρῷ;
Verse: 11 
δέρμα καὶ κρέας με ἐνέδυσας,
ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας.
Verse: 12 
ζωὴν δὲ καὶ ἔλεος ἔϑου παρ' ἐμοί,
δὲ ἐπισκοπή σου ἐϕύλαξέν μου τὸ πνεῦμα.
Verse: 13 
ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι,
ἀδυνατεῖ δέ σοι οὐϑέν.
Verse: 14 
ἐάν τε γὰρ ἁμάρτω, ϕυλάσσεις με,
ἀπὸ δὲ ἀνομίας οὐκ ἀϑῷόν με πεποίηκας.
Verse: 15 
ἐάν τε γὰρ ἀσεβὴς , οἴμμοι·
ἐάν τε δίκαιος, οὐ δύναμαι ἀνακύψαι,
πλήρης γὰρ ἀτιμίας εἰμί.
Verse: 16 
ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σϕαγήν,
πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις
Verse: 17 
ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν ἔτασίν μου·
ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω,
ἐπήγαγες δὲ ἐπ' ἐμὲ πειρατήρια.
Verse: 18 
ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέϑανον,
ὀϕϑαλμὸς δέ με οὐκ εἶδεν,
Verse: 19 
καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην;
διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
Verse: 20 
οὐκ ὀλίγος ἐστὶν χρόνος τοῦ βίου μου;
ἔασόν με ἀναπαύσασϑαι μικρὸν
Verse: 21 
πρὸ τοῦ με πορευϑῆναι ὅϑεν οὐκ ἀναστρέψω,
εἰς γῆν σκοτεινὴν καὶ γνοϕεράν,
Verse: 22 
εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν ϕέγγος
οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.