TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 800
Chapter: 11
Verse: 1
῾Υπολαβὼν
δὲ
Σωϕαρ
ὁ
Μιναῖος
λέγει
Verse: 2
῾Ο
τὰ
πολλὰ
λέγων
καὶ
ἀντακούσεται
·
ἢ
καὶ
ὁ
εὔλαλος
οἴεται
εἶναι
δίκαιος
;
εὐλογημένος
γεννητὸς
γυναικὸς
ὀλιγόβιος
.
Verse: 3
μὴ
πολὺς
ἐν
ῥήμασιν
γίνου
,
οὐ
γάρ
ἐστιν
ὁ
ἀντικρινόμενός
σοι
.
Verse: 4
μὴ
γὰρ
λέγε
ὅτι
Καθαρός
εἰμι
τοῖς
ἔργοις
καὶ
ἄμεμπτος
ἐναντίον
αὐτοῦ
.
Verse: 5
ἀλλὰ
πῶς
ἂν
ὁ
κύριος
λαλήσαι
πρὸς
σέ
;
καὶ
ἀνοίξει
χείλη
αὐτοῦ
μετὰ
σοῦ
.S
Verse: 6
εἶτα
ἀναγγελεῖ
σοι
δύναμιν
σοϕίας
,
ὅτι
διπλοῦς
ἔσται
τῶν
κατὰ
σέ
·
καὶ
τότε
γνώσῃ
ὅτι
ἄξιά
σοι
ἀπέβη
ἀπὸ
κυρίου
ὧν
ἡμάρτηκας
.
Verse: 7
ἦ
ἴχνος
κυρίου
εὑρήσεις
ἢ
εἰς
τὰ
ἔσχατα
ἀϕίκου
,
ἃ
ἐποίησεν
ὁ
παντοκράτωρ
;
Verse: 8
ὑψηλὸς
ὁ
οὐρανός
,
καὶ
τί
ποιήσεις
;
βαθύτερα
δὲ
τῶν
ἐν
ᾅδου
τί
οἶδας
;
Verse: 9
ἢ
μακρότερα
μέτρου
γῆς
ἢ
εὔρους
θαλάσσης
;
Verse: 10
ἐὰν
δὲ
καταστρέψῃ
τὰ
πάντα
,
τίς
ἐρεῖ
αὐτῷ
Τί
ἐποίησας
;
Verse: 11
αὐτὸς
γὰρ
οἶδεν
ἔργα
ἀνόμων
,
ἰδὼν
δὲ
ἄτοπα
οὐ
παρόψεται
.
Verse: 12
ἄνθρωπος
δὲ
ἄλλως
νήχεται
λόγοις
,
βροτὸς
δὲ
γεννητὸς
γυναικὸς
ἴσα
ὄνῳ
ἐρημίτῃ
.
Verse: 13
εἰ
γὰρ
σὺ
καθαρὰν
ἔθου
τὴν
καρδίαν
σου
,
ὑπτιάζεις
δὲ
χεῖρας
πρὸς
αὐτόν
,
Verse: 14
εἰ
ἄνομόν
τί
ἐστιν
ἐν
χερσίν
σου
,
πόρρω
ποίησον
αὐτὸ
ἀπὸ
σοῦ
,
ἀδικία
δὲ
ἐν
διαίτῃ
σου
μὴ
αὐλισθήτω
.
Verse: 15
οὕτως
γὰρ
ἀναλάμψει
σου
τὸ
πρόσωπον
ὥσπερ
ὕδωρ
καθαρόν
,
ἐκδύσῃ
δὲ
ῥύπον
καὶ
οὐ
μὴ
ϕοβηθῇς
·
Verse: 16
καὶ
τὸν
κόπον
ἐπιλήσῃ
ὥσπερ
κῦμα
παρελθὸν
καὶ
οὐ
πτοηθήσῃ
·
Verse: 17
ἡ
δὲ
εὐχή
σου
ὥσπερ
ἑωσϕόρος
,
ἐκ
δὲ
μεσημβρίας
ἀνατελεῖ
σοι
ζωή
·
Verse: 18
πεποιθώς
τε
ἔσῃ
ὅτι
ἔστιν
σοι
ἐλπίς
,
ἐκ
δὲ
μερίμνης
καὶ
ϕροντίδος
ἀναϕανεῖταί
σοι
εἰρήνη
.
Verse: 19
ἡσυχάσεις
γάρ
,
καὶ
οὐκ
ἔσται
ὁ
πολεμῶν
σε
·
μεταβαλόμενοι
δὲ
πολλοί
σου
δεηθήσονται
.
Verse: 20
σωτηρία
δὲ
αὐτοὺς
ἀπολείψει
·
ἡ
γὰρ
ἐλπὶς
αὐτῶν
ἀπώλεια
,
ὀϕθαλμοὶ
δὲ
ἀσεβῶν
τακήσονται
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.