TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 799
Chapter: 10
Verse: 1
κάμνων
τῇ
ψυχῇ
μου
,
στένων
ἐπαϕήσω
ἐπ
'
αὐτὸν
τὰ
ῥήματά
μου
·
λαλήσω
πικρίᾳ
ψυχῆς
μου
συνεχόμενος
Verse: 2
καὶ
ἐρῶ
πρὸς
κύριον
Μή
με
ἀσεβεῖν
δίδασκε
·
καὶ
διὰ
τί
με
οὕτως
ἔκρινας
;
Verse: 3
ἦ
καλόν
σοι
,
ἐὰν
ἀδικήσω
,
ὅτι
ἀπείπω
ἔργα
χειρῶν
σου
,
βουλῇ
δὲ
ἀσεβῶν
προσέσχες
;
Verse: 4
ἦ
ὥσπερ
βροτὸς
ὁρᾷ
καθορᾷς
ἢ
καθὼς
ὁρᾷ
ἄνθρωπος
βλέψῃ
;S
Verse: 5
ἦ
ὁ
βίος
σου
ἀνθρώπινός
ἐστιν
ἢ
τὰ
ἔτη
σου
ἀνδρός
;
Verse: 6
ὅτι
ἀνεζήτησας
τὴν
ἀνομίαν
μου
καὶ
τὰς
ἁμαρτίας
μου
ἐξιχνίασας
.
Verse: 7
οἶδας
γὰρ
ὅτι
οὐκ
ἠσέβησα
·
ἀλλὰ
τίς
ἐστιν
ὁ
ἐκ
τῶν
χειρῶν
σου
ἐξαιρούμενος
;
Verse: 8
αἱ
χεῖρές
σου
ἔπλασάν
με
καὶ
ἐποίησάν
με
,
μετὰ
ταῦτα
μεταβαλών
με
ἔπαισας
.
Verse: 9
μνήσθητι
ὅτι
πηλόν
με
ἔπλασας
,
εἰς
δὲ
γῆν
με
πάλιν
ἀποστρέϕεις
.
Verse: 10
ἦ
οὐχ
ὥσπερ
γάλα
με
ἤμελξας
,
ἐτύρωσας
δέ
με
ἴσα
τυρῷ
;
Verse: 11
δέρμα
καὶ
κρέας
με
ἐνέδυσας
,
ὀστέοις
δὲ
καὶ
νεύροις
με
ἐνεῖρας
.
Verse: 12
ζωὴν
δὲ
καὶ
ἔλεος
ἔθου
παρ
'
ἐμοί
,
ἡ
δὲ
ἐπισκοπή
σου
ἐϕύλαξέν
μου
τὸ
πνεῦμα
.
Verse: 13
ταῦτα
ἔχων
ἐν
σεαυτῷ
οἶδα
ὅτι
πάντα
δύνασαι
,
ἀδυνατεῖ
δέ
σοι
οὐθέν
.
Verse: 14
ἐάν
τε
γὰρ
ἁμάρτω
,
ϕυλάσσεις
με
,
ἀπὸ
δὲ
ἀνομίας
οὐκ
ἀθῷόν
με
πεποίηκας
.
Verse: 15
ἐάν
τε
γὰρ
ἀσεβὴς
ὦ
,
οἴμμοι
·
ἐάν
τε
ὦ
δίκαιος
,
οὐ
δύναμαι
ἀνακύψαι
,
πλήρης
γὰρ
ἀτιμίας
εἰμί
.
Verse: 16
ἀγρεύομαι
γὰρ
ὥσπερ
λέων
εἰς
σϕαγήν
,
πάλιν
δὲ
μεταβαλὼν
δεινῶς
με
ὀλέκεις
Verse: 17
ἐπανακαινίζων
ἐπ
'
ἐμὲ
τὴν
ἔτασίν
μου
·
ὀργῇ
δὲ
μεγάλῃ
μοι
ἐχρήσω
,
ἐπήγαγες
δὲ
ἐπ
'
ἐμὲ
πειρατήρια
.
Verse: 18
ἵνα
τί
οὖν
ἐκ
κοιλίας
με
ἐξήγαγες
,
καὶ
οὐκ
ἀπέθανον
,
ὀϕθαλμὸς
δέ
με
οὐκ
εἶδεν
,
Verse: 19
καὶ
ὥσπερ
οὐκ
ὢν
ἐγενόμην
;
διὰ
τί
γὰρ
ἐκ
γαστρὸς
εἰς
μνῆμα
οὐκ
ἀπηλλάγην
;
Verse: 20
ἦ
οὐκ
ὀλίγος
ἐστὶν
ὁ
χρόνος
τοῦ
βίου
μου
;
ἔασόν
με
ἀναπαύσασθαι
μικρὸν
Verse: 21
πρὸ
τοῦ
με
πορευθῆναι
ὅθεν
οὐκ
ἀναστρέψω
,
εἰς
γῆν
σκοτεινὴν
καὶ
γνοϕεράν
,
Verse: 22
εἰς
γῆν
σκότους
αἰωνίου
,
οὗ
οὐκ
ἔστιν
ϕέγγος
οὐδὲ
ὁρᾶν
ζωὴν
βροτῶν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.