TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 801
Chapter: 12
Verse: 1
῾Υπολαβὼν
δὲ
Ιωβ
λέγει
Verse: 2
Εἶτα
ὑμεῖς
ἐστε
ἄνθρωποι
·
ἦ
μεθ
'
ὑμῶν
τελευτήσει
σοϕία
.
Verse: 3
κἀμοὶ
μὲν
καρδία
καθ
'
ὑμᾶς
ἐστιν
.
Verse: 4
δίκαιος
γὰρ
ἀνὴρ
καὶ
ἄμεμπτος
ἐγενήθη
εἰς
χλεύασμα
·
Verse: 5
εἰς
χρόνον
γὰρ
τακτὸν
ἡτοίμαστο
πεσεῖν
ὑπὸ
ἄλλους
οἴκους
τε
αὐτοῦ
ἐκπορθεῖσθαι
ὑπὸ
ἀνόμων
.
Verse: 6
οὐ
μὴν
δὲ
ἀλλὰ
μηδεὶς
πεποιθέτω
πονηρὸς
ὢν
ἀθῷος
ἔσεσθαι
,
ὅσοι
παροργίζουσιν
τὸν
κύριον
,
ὡς
οὐχὶ
καὶ
ἔτασις
αὐτῶν
ἔσται
.
Verse: 7
ἀλλὰ
δὴ
ἐπερώτησον
τετράποδα
ἐάν
σοι
εἴπωσιν
,
πετεινὰ
δὲ
οὐρανοῦ
ἐάν
σοι
ἀπαγγείλωσιν
·
Verse: 8
ἐκδιήγησαι
δὲ
γῇ
ἐάν
σοι
ϕράσῃ
,
καὶ
ἐξηγήσονταί
σοι
οἱ
ἰχθύες
τῆς
θαλάσσης
.
Verse: 9
τίς
οὐκ
ἔγνω
ἐν
πᾶσι
τούτοις
ὅτι
χεὶρ
κυρίου
ἐποίησεν
ταῦτα
;S
Verse: 10
εἰ
μὴ
ἐν
χειρὶ
αὐτοῦ
ψυχὴ
πάντων
τῶν
ζώντων
καὶ
πνεῦμα
παντὸς
ἀνθρώπου
;
Verse: 11
οὖς
μὲν
γὰρ
ῥήματα
διακρίνει
,
λάρυγξ
δὲ
σῖτα
γεύεται
.
Verse: 12
ἐν
πολλῷ
χρόνῳ
σοϕία
,
ἐν
δὲ
πολλῷ
βίῳ
ἐπιστήμη
.
Verse: 13
παρ
'
αὐτῷ
σοϕία
καὶ
δύναμις
,
αὐτῷ
βουλὴ
καὶ
σύνεσις
.
Verse: 14
ἐὰν
καταβάλῃ
,
τίς
οἰκοδομήσει
;
ἐὰν
κλείσῃ
κατὰ
ἀνθρώπων
,
τίς
ἀνοίξει
;
Verse: 15
ἐὰν
κωλύσῃ
τὸ
ὥδωρ
,
ξηρανεῖ
τὴν
γῆν
·
ἐὰν
δὲ
ἐπαϕῇ
,
ἀπώλεσεν
αὐτὴν
καταστρέψας
.
Verse: 16
παρ
'
αὐτῷ
κράτος
καὶ
ἰσχύς
,
αὐτῷ
ἐπιστήμη
καὶ
σύνεσις
.
Verse: 17
διάγων
βουλευτὰς
αἰχμαλώτους
,
κριτὰς
δὲ
γῆς
ἐξέστησεν
.
Verse: 18
καθιζάνων
βασιλεῖς
ἐπὶ
θρόνους
καὶ
περιέδησεν
ζώνῃ
ὀσϕύας
αὐτῶν
.S
Verse: 19
ἐξαποστέλλων
ἱερεῖς
αἰχμαλώτους
,
δυνάστας
δὲ
γῆς
κατέστρεψεν
.
Verse: 20
διαλλάσσων
χείλη
πιστῶν
,
σύνεσιν
δὲ
πρεσβυτέρων
ἔγνω
.
Verse: 21
ἐκχέων
ἀτιμίαν
ἐπ
'
ἄρχοντας
,S
ταπεινοὺς
δὲ
ἰάσατο
.
Verse: 22
ἀνακαλύπτων
βαθέα
ἐκ
σκότους
,
ἐξήγαγεν
δὲ
εἰς
ϕῶς
σκιὰν
θανάτου
.
Verse: 23
πλανῶν
ἔθνη
καὶ
ἀπολλύων
αὐτά
,S
καταστρωννύων
ἔθνη
καὶ
καθοδηγῶν
αὐτά
.
Verse: 24
διαλλάσσων
καρδίας
ἀρχόντων
γῆς
,
ἐπλάνησεν
δὲ
αὐτοὺς
ὁδῷ
,
ᾗ
οὐκ
ᾔδεισαν
·
Verse: 25
ψηλαϕήσαισαν
σκότος
καὶ
μὴ
ϕῶς
,
πλανηθείησαν
δὲ
ὥσπερ
ὁ
μεθύων
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.