TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 803
Previous part

Chapter: 14 
Verse: 1  βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς
Verse: 2 
ὥσπερ ἄνϑος ἀνϑῆσαν ἐξέπεσεν,
ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ.
Verse: 3 
οὐχὶ καὶ τούτου λόγον ἐποιήσω
καὶ τοῦτον ἐποίησας εἰσελϑεῖν ἐν κρίματι ἐνώπιόν σου;
Verse: 4 
τίς γὰρ καϑαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ' οὐϑείς.
Verse: 5 
ἐὰν καὶ μία ἡμέρα βίος αὐτοῦ ἐπὶ τῆς γῆς,
ἀριϑμητοὶ δὲ μῆνες αὐτοῦ παρὰ σοί,
εἰς χρόνον ἔϑου, καὶ οὐ μὴ ὑπερβῇ.
Verse: 6 
ἀπόστα ἀπ' αὐτοῦ, ἵνα ἡσυχάσῃ
καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ μισϑωτός.
Verse: 7 
ἔστιν γὰρ δένδρῳ ἐλπίς·
ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανϑήσει,
καὶ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ·
Verse: 8 
ἐὰν γὰρ γηράσῃ ἐν γῇ ῥίζα αὐτοῦ,
ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ,
Verse: 9 
ἀπὸ ὀσμῆς ὕδατος ἀνϑήσει,
ποιήσει δὲ ϑερισμὸν ὥσπερ νεόϕυτον.
Verse: 10 
ἀνὴρ δὲ τελευτήσας ᾤχετο,
πεσὼν δὲ βροτὸς οὐκέτι ἔστιν.
Verse: 11 
χρόνῳ γὰρ σπανίζεται ϑάλασσα,
ποταμὸς δὲ ἐρημωϑεὶς ἐξηράνϑη·
Verse: 12 
ἄνϑρωπος δὲ κοιμηϑεὶς οὐ μὴ ἀναστῇ,
ἕως ἂν οὐρανὸς οὐ μὴ συρραϕῇ·
καὶ οὐκ ἐξυπνισϑήσονται ἐξ ὕπνου αὐτῶν.S
Verse: 13 
εἰ γὰρ ὄϕελον ἐν ᾅδῃ με ἐϕύλαξας,
ἔκρυψας δέ με, ἕως ἂν παύσηταί σου ὀργὴ
καὶ τάξῃ μοι χρόνον, ἐν μνείαν μου ποιήσῃ.
Verse: 14 
ἐὰν γὰρ ἀποϑάνῃ ἄνϑρωπος, ζήσεται
συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ·
ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι.
Verse: 15 
εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι,
τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ.
Verse: 16 
ἠρίϑμησας δέ μου τὰ ἐπιτηδεύματα,
καὶ οὐ μὴ παρέλϑῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου·
Verse: 17 
ἐσϕράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ,
ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην.
Verse: 18 
καὶ πλὴν ὄρος πῖπτον διαπεσεῖται,
καὶ πέτρα παλαιωϑήσεται ἐκ τοῦ τόπου αὐτῆς·
Verse: 19 
λίϑους ἐλέαναν ὕδατα,
καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς·
καὶ ὑπομονὴν ἀνϑρώπου ἀπώλεσας.S
Verse: 20 
ὦσας αὐτὸν εἰς τέλος, καὶ ᾤχετο·
ἐπέστησας αὐτῷ τὸ πρόσωπον καὶ ἐξαπέστειλας·
Verse: 21 
πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν,
ἐὰν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται·
Verse: 22 
ἀλλ' αἱ σάρκες αὐτοῦ ἤλγησαν,
δὲ ψυχὴ αὐτοῦ ἐπένϑησεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.