TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 805
Previous part

Chapter: 16 
Verse: 1  ῾Υπολαβὼν δὲ Ιωβ λέγει
Verse: 2 
᾽Ακήκοα τοιαῦτα πολλά·
παρακλήτορες κακῶν πάντες.
Verse: 3 
τί γάρ; μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος;
τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ;S
Verse: 4 
κἀγὼ καϑ' ὑμᾶς λαλήσω,
εἰ ὑπέκειτό γε ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς·
εἶτ' ἐναλοῦμαι ὑμῖν ῥήμασιν,
κινήσω δὲ καϑ' ὑμῶν κεϕαλήν·
Verse: 5 
εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου,
κίνησιν δὲ χειλέων οὐ ϕείσομαι.
Verse: 6 
ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα·
ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωϑήσομαι;
Verse: 7 
νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα,
Verse: 8 
καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήϑη·
καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου,
κατὰ πρόσωπόν μου ἀνταπεκρίϑη.S
Verse: 9 
ὀργῇ χρησάμενος κατέβαλέν με,
ἔβρυξεν ἐπ' ἐμὲ τοὺς ὀδόντας,
βέλη πειρατῶν αὐτοῦ ἐπ' ἐμοὶ ἔπεσεν.
Verse: 10 
ἀκίσιν ὀϕϑαλμῶν ἐνήλατο,
ὀξεῖ ἔπαισέν με εἰς σιαγόνα,
ὁμοϑυμαδὸν δὲ κατέδραμον ἐπ' ἐμοί.
Verse: 11 
παρέδωκεν γάρ με κύριος εἰς χεῖρας ἀδίκου,
ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με·
Verse: 12 
εἰρηνεύοντα διεσκέδασέν με,
λαβών με τῆς κόμης διέτιλεν,
κατέστησέν με ὥσπερ σκοπόν.
Verse: 13 
ἐκύκλωσάν με λόγχαις
βάλλοντες εἰς νεϕρούς μου οὐ ϕειδόμενοι,
ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου·
Verse: 14 
κατέβαλόν με πτῶμα ἐπὶ πτώματι,
ἔδραμον πρός με δυνάμενοι.
Verse: 15 
σάκκον ἔρραψα ἐπὶ βύρσης μου,
τὸ δὲ σϑένος μου ἐν γῇ ἐσβέσϑη.
Verse: 16 
γαστήρ μου συγκέκαυται ἀπὸ κλαυϑμοῦ,
ἐπὶ δὲ βλεϕάροις μου σκιά.
Verse: 17 
ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου,
εὐχὴ δέ μου καϑαρά.
Verse: 18 
γῆ, μὴ ἐπικαλύψῃς ἐϕ' αἵματι τῆς σαρκός μου,
μηδὲ εἴη τόπος τῇ κραυγῇ μου.
Verse: 19 
καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς μάρτυς μου,
δὲ συνίστωρ μου ἐν ὑψίστοις.
Verse: 20 
ἀϕίκοιτό μου δέησις πρὸς κύριον,
ἔναντι δὲ αὐτοῦ στάζοι μου ὀϕϑαλμός.
Verse: 21 
εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου
καὶ υἱὸς ἀνϑρώπου τῷ πλησίον αὐτοῦ.S
Verse: 22 
ἔτη δὲ ἀριϑμητὰ ἥκασιν,
ὁδῷ δέ, οὐκ ἐπαναστραϕήσομαι, πορεύσομαι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.