TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 806
Previous part

Chapter: 17 
Verse: 1  ὀλέκομαι πνεύματι ϕερόμενος,
δέομαι δὲ ταϕῆς καὶ οὐ τυγχάνω.
Verse: 2 
λίσσομαι κάμνων, καὶ τί ποιήσας;
Verse: 3 
ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι.
τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω.
Verse: 4 
ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ ϕρονήσεως,
διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.
Verse: 5 
τῇ μερίδι ἀναγγελεῖ κακίας,S
ὀϕθαλμοὶ δέ μου ἐϕ' υἱοῖς ἐτάκησαν.
Verse: 6 
ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν,
γέλως δὲ αὐτοῖς ἀπέβην·
Verse: 7 
πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀϕθαλμοί μου,
πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.
Verse: 8 
θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ·
δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη·
Verse: 9 
σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν,
καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.
Verse: 10 
οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή·S
οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.
Verse: 11 
αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ,
ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου.
Verse: 12 
νύκτα εἰς ἡμέραν ἔθηκαν,
ϕῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.S
Verse: 13 
ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου οἶκος,
ἐν δὲ γνόϕῳ ἔστρωταί μου στρωμνή.
Verse: 14 
θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι,
μητέρα δέ μου καὶ ἀδελϕὴν σαπρίαν.
Verse: 15 
ποῦ οὖν μου ἔτι ἐστὶν ἐλπίς;
τὰ ἀγαθά μου ὄψομαι;
Verse: 16 
μετ' ἐμοῦ εἰς ᾅδην καταβήσονται,
ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;S

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.