TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 809
Previous part

Chapter: 20 
Verse: 1  ῾Υπολαβὼν δὲ Σωϕαρ Μιναῖος λέγει
Verse: 2 
Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα,
καὶ οὐχὶ συνίετε μᾶλλον καὶ ἐγώ.
Verse: 3 
παιδείαν ἐντροπῆς μου ἀκούσομαι,
καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι.
Verse: 4 
μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτιS
ἀϕ' οὗ ἐτέϑη ἄνϑρωπος ἐπὶ τῆς γῆς;
Verse: 5 
εὐϕροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον,
χαρμονὴ δὲ παρανόμων ἀπώλεια,
Verse: 6 
ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα,
δὲ ϑυσία αὐτοῦ νεϕῶν ἅψηται.
Verse: 7 
ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχϑαι,
τότε εἰς τέλος ἀπολεῖται·
οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν Ποῦ ἐστιν;
Verse: 8 
ὥσπερ ἐνύπνιον ἐκπετασϑὲν οὐ μὴ εὑρεϑῇ,
ἔπτη δὲ ὥσπερ ϕάσμα νυκτερινόν.
Verse: 9 
ὀϕϑαλμὸς παρέβλεψεν καὶ οὐ προσϑήσει,
καὶ οὐκέτι προσνοήσει αὐτὸν τόπος αὐτοῦ.S
Verse: 10 
τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες,
αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας.
Verse: 11 
ὀστᾶ αὐτοῦ ἐνεπλήσϑησαν νεότητος αὐτοῦ,
καὶ μετ' αὐτοῦ ἐπὶ χώματος κοιμηϑήσεται.
Verse: 12 
ἐὰν γλυκανϑῇ ἐν στόματι αὐτοῦ κακία,
κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ·
Verse: 13 
οὐ ϕείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν
καὶ συνέξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ.S
Verse: 14 
καὶ οὐ μὴ δυνηϑῇ βοηϑῆσαι ἑαυτῷ·
χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.S
Verse: 15 
πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσϑήσεται,
ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος.
Verse: 16 
ϑυμὸν δὲ δρακόντων ϑηλάσειεν,
ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄϕεως.
Verse: 17 
μὴ ἴδοι ἄμελξιν νομάδων
μηδὲ νομὰς μέλιτος καὶ βουτύρου.
Verse: 18 
εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται,
ὥσπερ στρίϕνος ἀμάσητος ἀκατάποτος.
Verse: 19 
πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔϑλασεν,
δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν.
Verse: 20 
οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν,
ἐν ἐπιϑυμίᾳ αὐτοῦ οὐ σωϑήσεται.
Verse: 21 
οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ·S
διὰ τοῦτο οὐκ ἀνϑήσει αὐτοῦ τὰ ἀγαϑά.
Verse: 22 
ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσϑαι, ϑλιβήσεται,
πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται.
Verse: 23 
εἴ πως πληρώσαι γαστέρα αὐτοῦ,S
ἐπαποστείλαι ἐπ' αὐτὸν ϑυμὸν ὀργῆς,
νίψαι ἐπ' αὐτὸν ὀδύνας·
Verse: 24 
καὶ οὐ μὴ σωϑῇ ἐκ χειρὸς σιδήρου,
τρώσαι αὐτὸν τόξον χάλκειον·
Verse: 25 
διεξέλϑοι δὲ διὰ σώματος αὐτοῦ βέλος,
ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν·
ἐπ' αὐτῷ ϕόβοι.S
Verse: 26 
πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι·
κατέδεται αὐτὸν πῦρ ἄκαυστον,
κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον.
Verse: 27 
ἀνακαλύψαι δὲ αὐτοῦ οὐρανὸς τὰς ἀνομίας,
γῆ δὲ ἐπανασταίη αὐτῷ.
Verse: 28 
ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος,
ἡμέρα ὀργῆς ἐπέλϑοι αὐτῷ.
Verse: 29 
αὕτη μερὶς ἀνϑρώπου ἀσεβοῦς παρὰ κυρίου
καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.