TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 798
Previous part

Chapter: 9 
Verse: 1  ῾Υπολαβὼν δὲ Ιωβ λέγει
Verse: 2 
᾽Επ' ἀληϑείας οἶδα ὅτι οὕτως ἐστίν·
πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ;
Verse: 3 
ἐὰν γὰρ βούληται κριϑῆναι αὐτῷ,
οὐ μὴ ὑπακούσῃ αὐτῷ,
ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.
Verse: 4 
σοϕὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας·
τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
Verse: 5 
παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν,
καταστρέϕων αὐτὰ ὀργῇ·
Verse: 6 
σείων τὴν ὑπ' οὐρανὸν ἐκ ϑεμελίων,
οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται·
Verse: 7 
λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει,
κατὰ δὲ ἄστρων κατασϕραγίζει·
Verse: 8 
τανύσας τὸν οὐρανὸν μόνος
καὶ περιπατῶν ὡς ἐπ' ἐδάϕους ἐπὶ ϑαλάσσης·
Verse: 9 
ποιῶν Πλειάδα καὶ ῞Εσπερον καὶ ᾽Αρκτοῦρον καὶ ταμίεια // νότου·
Verse: 10 
ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα,
ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριϑμός.
Verse: 11 
ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω·
καὶ ἐὰν παρέλϑῃ με, οὐδ' ὧς ἔγνων.
Verse: 12 
ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει;
τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
Verse: 13 
αὐτὸς γὰρ ἀπέστραπται ὀργήν,
ὑπ' αὐτοῦ ἐκάμϕϑησαν κήτη τὰ ὑπ' οὐρανόν.
Verse: 14 
ἐὰν δέ μου ὑπακούσηται, διακρινεῖ τὰ ῥήματά μου.
Verse: 15 
ἐάν τε γὰρ δίκαιος, οὐκ εἰσακούσεταί μου,
τοῦ κρίματος αὐτοῦ δεηϑήσομαι·S
Verse: 16 
ἐάν τε καλέσω καὶ ὑπακούσῃ,
οὐ πιστεύω ὅτι εἰσακήκοέν μου.
Verse: 17 
μὴ γνόϕῳ με ἐκτρίψῃ;
πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς.
Verse: 18 
οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι,
ἐνέπλησεν δέ με πικρίας.
Verse: 19 
ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ·
τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;
Verse: 20 
ἐὰν γὰρ δίκαιος, τὸ στόμα μου ἀσεβήσει·
ἐάν τε ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
Verse: 21 
εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ,
πλὴν ὅτι ἀϕαιρεῖταί μου ζωή.
Verse: 22 
διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,
Verse: 23 
ὅτι ϕαῦλοι ἐν ϑανάτῳ ἐξαισίῳ,
ἀλλὰ δίκαιοι καταγελῶνται·
Verse: 24 
παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς.
πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει·
εἰ δὲ μὴ αὐτός, τίς ἐστιν;S
Verse: 25 
δὲ βίος μού ἐστιν ἐλαϕρότερος δρομέως·
ἀπέδρασαν καὶ οὐκ εἴδοσαν.
Verse: 26 
καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ
ἀετοῦ πετομένου ζητοῦντος βοράν;
Verse: 27 
ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν,
συγκύψας τῷ προσώπῳ στενάξω.
Verse: 28 
σείομαι πᾶσιν τοῖς μέλεσιν,
οἶδα γὰρ ὅτι οὐκ ἀϑῷόν με ἐάσεις.
Verse: 29 
ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέϑανον;
Verse: 30 
ἐὰν γὰρ ἀπολούσωμαι χιόνι
καὶ ἀποκαϑάρωμαι χερσὶν καϑαραῖς,
Verse: 31 
ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας,
ἐβδελύξατο δέ με στολή.
Verse: 32 
οὐ γὰρ εἶ ἄνϑρωπος κατ' ἐμέ, ἀντικρινοῦμαι,
ἵνα ἔλϑωμεν ὁμοϑυμαδὸν εἰς κρίσιν.
Verse: 33 
εἴϑε ἦν μεσίτης ἡμῶν καὶ ἐλέγχων
καὶ διακούων ἀνὰ μέσον ἀμϕοτέρων·
Verse: 34 
ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον,
δὲ ϕόβος αὐτοῦ μή με στροβείτω,
Verse: 35 
καὶ οὐ μὴ ϕοβηϑῶ, ἀλλὰ λαλήσω·
οὐ γὰρ οὕτω συνεπίσταμαι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.