TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1004
Previous part

Chapter: 17 
Verse: 1    Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ. ᾽Ιδοὺ Δαμασκὸς ἀρϑήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν,
Verse: 2    
καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται διώκων.
Verse: 3    
καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταϕυγεῖν Εϕραιμ, καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ισραηλ καὶ τῆς δόξης αὐτῶν· τάδε λέγει κύριος σαβαωϑ.
Verse: 4    
῎Εσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ιακωβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισϑήσεται.
Verse: 5    
καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν ϕάραγγι στερεᾷ
Verse: 6    
καὶ καταλειϕϑῇ ἐν αὐτῇ καλάμη ὡς ῥῶγες ἐλαίας δύο τρεῖς ἐπ' ἄκρου μετεώρου τέσσαρες πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειϕϑῇ· τάδε λέγει κύριος ϑεὸς Ισραηλ.
Verse: 7    
τῇ ἡμέρᾳ ἐκείνῃ πεποιϑὼς ἔσται ἄνϑρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀϕϑαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ισραηλ ἐμβλέψονται,
Verse: 8    
καὶ οὐ μὴ πεποιϑότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν.
Verse: 9    
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Αμορραῖοι καὶ οἱ Ευαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, καὶ ἔσονται ἔρημοι,
Verse: 10    
διότι κατέλιπες τὸν ϑεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ βοηϑοῦ σου οὐκ ἐμνήσϑης. διὰ τοῦτο ϕυτεύσεις ϕύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον·
Verse: 11    
τῇ δὲ ἡμέρᾳ, ἂν ϕυτεύσῃς, πλανηϑήσῃ· τὸ δὲ πρωί, ἐὰν σπείρῃς, ἀνϑήσει εἰς ἀμητὸν ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνϑρώπου κληρώσῃ τοῖς υἱοῖς σου.
Verse: 12    
Οὐαὶ πλῆϑος ἐϑνῶν πολλῶν· ὡς ϑάλασσα κυμαίνουσα οὕτως ταραχϑήσεσϑε, καὶ νῶτος ἐϑνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει.
Verse: 13    
ὡς ὕδωρ πολὺ ἔϑνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ καταϕερομένου· καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς ϕέρουσα.
Verse: 14    
πρὸς ἑσπέραν ἔσται πένϑος, πρὶν πρωὶ καὶ οὐκ ἔσται. αὕτη μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.