TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1008
Previous part

Chapter: 21 
Verse: 1    Τὸ ὅραμα τῆς ἐρήμου. ῾Ως καταιγὶς δι' ἐρήμου διέλϑοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, ϕοβερὸν
Verse: 2    
τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ἀϑετῶν ἀϑετεῖ, ἀνομῶν ἀνομεῖ. ἐπ' ἐμοὶ οἱ Αιλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.
Verse: 3    
διὰ τοῦτο ἐνεπλήσϑη ὀσϕύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν.
Verse: 4    
καρδία μου πλανᾶται, καὶ ἀνομία με βαπτίζει, ψυχή μου ἐϕέστηκεν εἰς ϕόβον.
Verse: 5    
ἑτοίμασον τὴν τράπεζαν· πίετε, ϕάγετε· ἀναστάντες, οἱ ἄρχοντες, ἑτοιμάσατε ϑυρεούς.
Verse: 6    
ὅτι οὕτως εἶπεν κύριος πρός με Βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ἂν ἴδῃς ἀνάγγειλον·
Verse: 7    
καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλὴν
Verse: 8    
καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου. καὶ εἶπεν ῎Εστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα,
Verse: 9    
καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριϑεὶς εἶπεν Πέπτωκεν Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.
Verse: 10    
ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἤκουσα παρὰ κυρίου σαβαωϑ· ϑεὸς τοῦ Ισραηλ ἀνήγγειλεν ἡμῖν.
Verse: 11    
Τὸ ὅραμα τῆς Ιδουμαίας. Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηιρ Φυλάσσετε ἐπάλξεις.
Verse: 12    
ϕυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ' ἐμοὶ οἴκει·
Verse: 13    
ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηϑήσῃ ἐν τῇ ὁδῷ Δαιδαν.
Verse: 14    
εἰς συνάντησιν διψῶντι ὕδωρ ϕέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμαν, ἄρτοις συναντᾶτε τοῖς ϕεύγουσιν
Verse: 15    
διὰ τὸ πλῆϑος τῶν ϕευγόντων καὶ διὰ τὸ πλῆϑος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆϑος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆϑος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆϑος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.
Verse: 16    
ὅτι οὕτως εἶπέν μοι κύριος ῎Ετι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισϑωτοῦ, ἐκλείψει δόξα τῶν υἱῶν Κηδαρ,
Verse: 17    
καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδαρ ἔσται ὀλίγον, διότι κύριος ἐλάλησεν ϑεὸς Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.