TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1011
Previous part

Chapter: 24 
Verse: 1    ᾽Ιδοὺ κύριος καταϕϑείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ.
Verse: 2    
καὶ ἔσται λαὸς ὡς ἱερεὺς καὶ παῖς ὡς κύριος καὶ ϑεράπαινα ὡς κυρία, ἔσται ἀγοράζων ὡς πωλῶν καὶ δανείζων ὡς δανειζόμενος καὶ ὀϕείλων ὡς ὀϕείλει.
Verse: 3    
ϕϑορᾷ ϕϑαρήσεται γῆ, καὶ προνομῇ προνομευϑήσεται γῆ· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.
Verse: 4    
ἐπένϑησεν γῆ, καὶ ἐϕϑάρη οἰκουμένη, ἐπένϑησαν οἱ ὑψηλοὶ τῆς γῆς.
Verse: 5    
δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διαϑήκην αἰώνιον.
Verse: 6    
διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειϕϑήσονται ἄνϑρωποι ὀλίγοι.
Verse: 7    
πενϑήσει οἶνος, πενϑήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐϕραινόμενοι τὴν ψυχήν.
Verse: 8    
πέπαυται εὐϕροσύνη τυμπάνων, πέπαυται αὐϑάδεια καὶ πλοῦτος ἀσεβῶν, πέπαυται ϕωνὴ κιϑάρας.
Verse: 9    
ᾐσχύνϑησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν.
Verse: 10    
ἠρημώϑη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελϑεῖν.
Verse: 11    
ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐϕροσύνη τῆς γῆς.
Verse: 12    
καὶ καταλειϕϑήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται.
Verse: 13    
ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐϑνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται τρύγητος.
Verse: 14    
οὗτοι ϕωνῇ βοήσονται, οἱ δὲ καταλειϕϑέντες ἐπὶ τῆς γῆς εὐϕρανϑήσονται ἅμα τῇ δόξῃ κυρίου. ταραχϑήσεται τὸ ὕδωρ τῆς ϑαλάσσης·
Verse: 15    
διὰ τοῦτο δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς ϑαλάσσης, τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται Κύριε ϑεὸς Ισραηλ.
Verse: 16    
ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν ᾽Ελπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀϑετοῦσιν, οἱ ἀϑετοῦντες τὸν νόμον.
Verse: 17    
ϕόβος καὶ βόϑυνος καὶ παγὶς ἐϕ' ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς·
Verse: 18    
καὶ ἔσται ϕεύγων τὸν ϕόβον ἐμπεσεῖται εἰς τὸν βόϑυνον, δὲ ἐκβαίνων ἐκ τοῦ βοϑύνου ἁλώσεται ὑπὸ τῆς παγίδος, ὅτι ϑυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχϑησαν, καὶ σεισϑήσεται τὰ ϑεμέλια τῆς γῆς.
Verse: 19    
ταραχῇ ταραχϑήσεται γῆ, καὶ ἀπορίᾳ ἀπορηϑήσεται γῆ·
Verse: 20    
ἔκλινεν καὶ σεισϑήσεται ὡς ὀπωροϕυλάκιον γῆ ὡς μεϑύων καὶ κραιπαλῶν καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι, κατίσχυσεν γὰρ ἐπ' αὐτῆς ἀνομία.
Verse: 21    
καὶ ἐπάξει ϑεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς·
Verse: 22    
καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.
Verse: 23    
καὶ τακήσεται πλίνϑος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασϑήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.