TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1010
Chapter: 23
Verse: 1
Τὸ
ὅραμα
Τύρου
.
᾽Ολολύζετε
,
πλοῖα
Καρχηδόνος
,
ὅτι
ἀπώλετο
,
καὶ
οὐκέτι
ἔρχονται
ἐκ
γῆς
Κιτιαίων
·
ἦκται
αἰχμάλωτος
.
Verse: 2
τίνι
ὅμοιοι
γεγόνασιν
οἱ
ἐνοικοῦντες
ἐν
τῇ
νήσῳ
μεταβόλοι
Φοινίκης
διαπερῶντες
τὴν
θάλασσαν
Verse: 3
ἐν
ὕδατι
πολλῷ
,
σπέρμα
μεταβόλων
;
ὡς
ἀμητοῦ
εἰσϕερομένου
οἱ
μεταβόλοι
τῶν
ἐθνῶν
.
Verse: 4
αἰσχύνθητι
,
Σιδών
,
εἶπεν
ἡ
θάλασσα
·
ἡ
δὲ
ἰσχὺς
τῆς
θαλάσσης
εἶπεν
Οὐκ
ὤδινον
οὐδὲ
ἔτεκον
οὐδὲ
ἐξέθρεψα
νεανίσκους
οὐδὲ
ὕψωσα
παρθένους
.
Verse: 5
ὅταν
δὲ
ἀκουστὸν
γένηται
Αἰγύπτῳ
,
λήμψεται
αὐτοὺς
ὀδύνη
περὶ
Τύρου
.
Verse: 6
ἀπέλθατε
εἰς
Καρχηδόνα
,
ὀλολύξατε
,
οἱ
ἐνοικοῦντες
ἐν
τῇ
νήσῳ
ταύτῃ
.
Verse: 7
οὐχ
αὕτη
ἦν
ὑμῶν
ἡ
ὕβρις
ἡ
ἀπ
'
ἀρχῆς
πρὶν
ἢ
παραδοθῆναι
αὐτήν
;
Verse: 8
τίς
ταῦτα
ἐβούλευσεν
ἐπὶ
Τύρον
;
μὴ
ἥσσων
ἐστὶν
ἢ
οὐκ
ἰσχύει
;
οἱ
ἔμποροι
αὐτῆς
ἔνδοξοι
,
ἄρχοντες
τῆς
γῆς
.
Verse: 9
κύριος
σαβαωθ
ἐβουλεύσατο
παραλῦσαι
πᾶσαν
τὴν
ὕβριν
τῶν
ἐνδόξων
καὶ
ἀτιμάσαι
πᾶν
ἔνδοξον
ἐπὶ
τῆς
γῆς
.
Verse: 10
ἐργάζου
τὴν
γῆν
σου
,
καὶ
γὰρ
πλοῖα
οὐκέτι
ἔρχεται
ἐκ
Καρχηδόνος
.
Verse: 11
ἡ
δὲ
χείρ
σου
οὐκέτι
ἰσχύει
κατὰ
θάλασσαν
,
ἡ
παροξύνουσα
βασιλεῖς
·
κύριος
σαβαωθ
ἐνετείλατο
περὶ
Χανααν
ἀπολέσαι
αὐτῆς
τὴν
ἰσχύν
.
Verse: 12
καὶ
ἐροῦσιν
Οὐκέτι
μὴ
προσθῆτε
τοῦ
ὑβρίζειν
καὶ
ἀδικεῖν
τὴν
θυγατέρα
Σιδῶνος
·
καὶ
ἐὰν
ἀπέλθῃς
εἰς
Κιτιεῖς
,
οὐδὲ
ἐκεῖ
σοι
ἀνάπαυσις
ἔσται
·
Verse: 13
καὶ
εἰς
γῆν
Χαλδαίων
,
καὶ
αὕτη
ἠρήμωται
ἀπὸ
τῶν
᾽Ασσυρίων
,
οὐδὲ
ἐκεῖ
σοι
ἀνάπαυσις
ἔσται
,
ὅτι
ὁ
τοῖχος
αὐτῆς
πέπτωκεν
.
Verse: 14
ὀλολύζετε
,
πλοῖα
Καρχηδόνος
,
ὅτι
ἀπώλετο
τὸ
ὀχύρωμα
ὑμῶν
.
Verse: 15
καὶ
ἔσται
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
καταλειϕθήσεται
Τύρος
ἔτη
ἑβδομήκοντα
ὡς
χρόνος
βασιλέως
,
ὡς
χρόνος
ἀνθρώπου
·
καὶ
ἔσται
μετὰ
ἑβδομήκοντα
ἔτη
ἔσται
Τύρος
ὡς
ᾆσμα
πόρνης
Verse: 16
Λαβὲ
κιθάραν
,
ῥέμβευσον
πόλεις
,
πόρνη
ἐπιλελησμένη
·
καλῶς
κιθάρισον
,
πολλὰ
ᾆσον
,
ἵνα
σου
μνεία
γένηται
.
Verse: 17
καὶ
ἔσται
μετὰ
ἑβδομήκοντα
ἔτη
ἐπισκοπὴν
ποιήσει
ὁ
θεὸς
Τύρου
,
καὶ
πάλιν
ἀποκατασταθήσεται
εἰς
τὸ
ἀρχαῖον
καὶ
ἔσται
ἐμπόριον
πάσαις
ταῖς
βασιλείαις
τῆς
οἰκουμένης
.
Verse: 18
καὶ
ἔσται
αὐτῆς
ἡ
ἐμπορία
καὶ
ὁ
μισθὸς
ἅγιον
τῷ
κυρίῳ
·
οὐκ
αὐτοῖς
συναχθήσεται
,
ἀλλὰ
τοῖς
κατοικοῦσιν
ἔναντι
κυρίου
πᾶσα
ἡ
ἐμπορία
αὐτῆς
ϕαγεῖν
καὶ
πιεῖν
καὶ
ἐμπλησθῆναι
εἰς
συμβολὴν
μνημόσυνον
ἔναντι
κυρίου
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.