TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1011
Previous part

Chapter: 24 
Verse: 1    ᾽Ιδοὺ κύριος καταϕθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ.
Verse: 2    
καὶ ἔσται λαὸς ὡς ἱερεὺς καὶ παῖς ὡς κύριος καὶ θεράπαινα ὡς κυρία, ἔσται ἀγοράζων ὡς πωλῶν καὶ δανείζων ὡς δανειζόμενος καὶ ὀϕείλων ὡς ὀϕείλει.
Verse: 3    
ϕθορᾷ ϕθαρήσεται γῆ, καὶ προνομῇ προνομευθήσεται γῆ· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.
Verse: 4    
ἐπένθησεν γῆ, καὶ ἐϕθάρη οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς.
Verse: 5    
δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διαθήκην αἰώνιον.
Verse: 6    
διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειϕθήσονται ἄνθρωποι ὀλίγοι.
Verse: 7    
πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐϕραινόμενοι τὴν ψυχήν.
Verse: 8    
πέπαυται εὐϕροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν, πέπαυται ϕωνὴ κιθάρας.
Verse: 9    
ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν.
Verse: 10    
ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.
Verse: 11    
ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐϕροσύνη τῆς γῆς.
Verse: 12    
καὶ καταλειϕθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται.
Verse: 13    
ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται τρύγητος.
Verse: 14    
οὗτοι ϕωνῇ βοήσονται, οἱ δὲ καταλειϕθέντες ἐπὶ τῆς γῆς εὐϕρανθήσονται ἅμα τῇ δόξῃ κυρίου. ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης·
Verse: 15    
διὰ τοῦτο δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται Κύριε θεὸς Ισραηλ.
Verse: 16    
ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν ᾽Ελπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον.
Verse: 17    
ϕόβος καὶ βόθυνος καὶ παγὶς ἐϕ' ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς·
Verse: 18    
καὶ ἔσται ϕεύγων τὸν ϕόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος, ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.
Verse: 19    
ταραχῇ ταραχθήσεται γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται γῆ·
Verse: 20    
ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροϕυλάκιον γῆ ὡς μεθύων καὶ κραιπαλῶν καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι, κατίσχυσεν γὰρ ἐπ' αὐτῆς ἀνομία.
Verse: 21    
καὶ ἐπάξει θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς·
Verse: 22    
καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.
Verse: 23    
καὶ τακήσεται πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.