TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1012
Previous part

Chapter: 25 
Verse: 1    Κύριε ϑεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας ϑαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληϑινήν· γένοιτο, κύριε.
Verse: 2    
ὅτι ἔϑηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ ϑεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηϑῇ.
Verse: 3    
διὰ τοῦτο εὐλογήσει σε λαὸς πτωχός, καὶ πόλεις ἀνϑρώπων ἀδικουμένων εὐλογήσουσίν σε·
Verse: 4    
ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηϑὸς καὶ τοῖς ἀϑυμήσασιν διὰ ἔνδειαν σκέπη, ἀπὸ ἀνϑρώπων πονηρῶν ῥύσῃ αὐτούς, σκέπη διψώντων καὶ πνεῦμα ἀνϑρώπων ἀδικουμένων.
Verse: 5    
εὐλογήσουσίν σε ὡς ἄνϑρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιων ἀπὸ ἀνϑρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας.
Verse: 6    
καὶ ποιήσει κύριος σαβαωϑ πᾶσι τοῖς ἔϑνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. πίονται εὐϕροσύνην, πίονται οἶνον, χρίσονται μύρον.
Verse: 7    
ἐν τῷ ὄρει τούτῳ παράδος ταῦτα πάντα τοῖς ἔϑνεσιν· γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔϑνη.
Verse: 8    
κατέπιεν ϑάνατος ἰσχύσας, καὶ πάλιν ἀϕεῖλεν ϑεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀϕεῖλεν ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα κυρίου ἐλάλησεν.
Verse: 9    
καὶ ἐροῦσιν τῇ ἡμέρᾳ ἐκείνῃ ᾽Ιδοὺ ϑεὸς ἡμῶν, ἐϕ' ἠλπίζομεν καὶ ἠγαλλιώμεϑα, καὶ εὐϕρανϑησόμεϑα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν.
Verse: 10    
ὅτι ἀνάπαυσιν δώσει ϑεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηϑήσεται Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις·
Verse: 11    
καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐϕ' τὰς χεῖρας ἐπέβαλεν·
Verse: 12    
καὶ τὸ ὕψος τῆς καταϕυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάϕους.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.