TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1033
Previous part

Chapter: 46 
Verse: 1    ῎Επεσε Βηλ, συνετρίβη Δαγων, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς ϑηρία καὶ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς ϕορτίον κοπιῶντι
Verse: 2    
καὶ πεινῶντι καὶ ἐκλελυμένῳ οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωϑῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχϑησαν.
Verse: 3    
᾽Ακούσατέ μου, οἶκος τοῦ Ιακωβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ισραηλ οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου·
Verse: 4    
ἕως γήρους ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι· ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς.
Verse: 5    
τίνι με ὡμοιώσατε; ἴδετε τεχνάσασϑε, οἱ πλανώμενοι.
Verse: 6    
οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταϑμῷ καὶ μισϑωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς.
Verse: 7    
αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων, καὶ πορεύονται· ἐὰν δὲ ϑῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηϑῇ· καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν.
Verse: 8    
μνήσϑητε ταῦτα καὶ στενάξατε, μετανοήσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ.
Verse: 9    
καὶ μνήσϑητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ϑεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ
Verse: 10    
ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσϑαι, καὶ ἅμα συνετελέσϑη· καὶ εἶπα Πᾶσά μου βουλὴ στήσεται, καὶ πάντα, ὅσα βεβούλευμαι, ποιήσω·
Verse: 11    
καλῶν ἀπ' ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωϑεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.
Verse: 12    
ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης.
Verse: 13    
ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ βραδυνῶ· δέδωκα ἐν Σιων σωτηρίαν τῷ Ισραηλ εἰς δόξασμα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.