TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1073
Previous part

Chapter: 20 
Verse: 1    Καὶ ἤκουσεν Πασχωρ υἱὸς Εμμηρ ἱερεύς, καὶ οὗτος ἦν καϑεσταμένος ἡγούμενος οἴκου κυρίου, τοῦ Ιερεμιου προϕητεύοντος τοὺς λόγους τούτους.
Verse: 2    
καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ κυρίου.
Verse: 3    
καὶ ἐξήγαγεν Πασχωρ τὸν Ιερεμιαν ἐκ τοῦ καταρράκτου, καὶ εἶπεν αὐτῷ Ιερεμιας Οὐχὶ Πασχωρ ἐκάλεσεν κύριος τὸ ὄνομά σου, ἀλλ' Μέτοικον·
Verse: 4    
διότι τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς ϕίλοις σου, καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχϑρῶν αὐτῶν, καὶ οἱ ὀϕϑαλμοί σου ὄψονται, καὶ σὲ καὶ πάντα Ιουδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίραις·
Verse: 5    
καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτῆς καὶ πάντας τοὺς ϑησαυροὺς τοῦ βασιλέως Ιουδα εἰς χεῖρας ἐχϑρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα.
Verse: 6    
καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσϑε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποϑανῇ καὶ ἐκεῖ ταϕήσῃ, σὺ καὶ πάντες οἱ ϕίλοι σου, οἷς ἐπροϕήτευσας αὐτοῖς ψευδῆ.
Verse: 7    
᾽Ηπάτησάς με, κύριε, καὶ ἠπατήϑην, ἐκράτησας καὶ ἠδυνάσϑης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·
Verse: 8    
ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀϑεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήϑη λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου.
Verse: 9    
καὶ εἶπα Οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ· καὶ ἐγένετο ὡς πῦρ καιόμενον ϕλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοϑεν καὶ οὐ δύναμαι ϕέρειν.
Verse: 10    
ὅτι ἤκουσα ψόγον πολλῶν συναϑροιζομένων κυκλόϑεν ᾽Επισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ, πάντες ἄνδρες ϕίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηϑήσεται καὶ δυνησόμεϑα αὐτῷ καὶ λημψόμεϑα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ.
Verse: 11    
καὶ κύριος μετ' ἐμοῦ καϑὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνϑησαν σϕόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησϑήσονται.
Verse: 12    
κύριε δοκιμάζων δίκαια συνίων νεϕροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου.
Verse: 13    
ᾄσατε τῷ κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων.
Verse: 14    
ἐπικατάρατος ἡμέρα, ἐν ἐτέχϑην ἐν αὐτῇ· ἡμέρα, ἐν ἔτεκέν με μήτηρ μου, μὴ ἔστω ἐπευκτή.
Verse: 15    
ἐπικατάρατος ἄνϑρωπος εὐαγγελισάμενος τῷ πατρί μου λέγων ᾽Ετέχϑη σοι ἄρσεν, εὐϕραινόμενος.
Verse: 16    
ἔστω ἄνϑρωπος ἐκεῖνος ὡς αἱ πόλεις, ἃς κατέστρεψεν κύριος ἐν ϑυμῷ καὶ οὐ μετεμελήϑη, ἀκουσάτω κραυγῆς τὸ πρωὶ καὶ ἀλαλαγμοῦ μεσημβρίας,
Verse: 17    
ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι μήτηρ μου τάϕος μου καὶ μήτρα συλλήμψεως αἰωνίας.
Verse: 18    
ἵνα τί τοῦτο ἐξῆλϑον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.