TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1074
Previous part

Chapter: 21 
Verse: 1    ῾Ο λόγος γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν, ὅτε ἀπέστειλεν πρὸς αὐτὸν βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοϕονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων
Verse: 2    
᾽Επερώτησον περὶ ἡμῶν τὸν κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐϕέστηκεν ἐϕ' ἡμᾶς, εἰ ποιήσει κύριος κατὰ πάντα τὰ ϑαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀϕ' ἡμῶν.
Verse: 3    
καὶ εἶπεν πρὸς αὐτοὺς Ιερεμιας Οὕτως ἐρεῖτε πρὸς Σεδεκιαν βασιλέα Ιουδα
Verse: 4    
Τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ μεταστρέϕω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωϑεν τοῦ τείχους, εἰς τὸ μέσον τῆς πόλεως ταύτης
Verse: 5    
καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ ϑυμοῦ καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου
Verse: 6    
καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνϑρώπους καὶ τὰ κτήνη, ἐν ϑανάτῳ μεγάλῳ, καὶ ἀποϑανοῦνται.
Verse: 7    
καὶ μετὰ ταῦτα οὕτως λέγει κύριος δώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειϕϑέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ ϑανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχϑρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ ϕείσομαι ἐπ' αὐτοῖς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς.
Verse: 8    
καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς Τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ ϑανάτου·
Verse: 9    
καϑήμενος ἐν τῇ πόλει ταύτῃ ἀποϑανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται, καὶ ἔσται ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται.
Verse: 10    
διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαϑά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοϑήσεται, καὶ κατακαύσει αὐτὴν ἐν πυρί.
Verse: 11    
οἶκος βασιλέως Ιουδα, ἀκούσατε λόγον κυρίου·
Verse: 12    
οἶκος Δαυιδ, τάδε λέγει κύριος Κρίνατε τὸ πρωὶ κρίμα καὶ κατευϑύνατε καὶ ἐξέλεσϑε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναϕϑῇ ὡς πῦρ ὀργή μου καὶ καυϑήσεται, καὶ οὐκ ἔσται σβέσων.
Verse: 13    
ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας Τίς πτοήσει ἡμᾶς; τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν;
Verse: 14    
καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.