TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1075
Previous part

Chapter: 22 
Verse: 1    Τάδε λέγει κύριος Πορεύου καὶ κατάβηϑι εἰς τὸν οἶκον τοῦ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον
Verse: 2    
καὶ ἐρεῖς ῎Ακουε λόγον κυρίου, βασιλεῦ Ιουδα καϑήμενος ἐπὶ ϑρόνου Δαυιδ, σὺ καὶ οἶκός σου καὶ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις
Verse: 3    
Τάδε λέγει κύριος Ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσϑε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρϕανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀϑῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ.
Verse: 4    
διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καϑήμενοι ἐπὶ ϑρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐϕ' ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ λαὸς αὐτῶν·
Verse: 5    
ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ' ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται οἶκος οὗτος.
Verse: 6    
ὅτι τάδε λέγει κύριος κατὰ τοῦ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου· ἐὰν μὴ ϑῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηϑησομένας·
Verse: 7    
καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεϑρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ.
Verse: 8    
καὶ διελεύσονται ἔϑνη διὰ τῆς πόλεως ταύτης καὶ ἐροῦσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Διὰ τί ἐποίησεν κύριος οὕτως τῇ πόλει τῇ μεγάλῃ ταύτῃ;
Verse: 9    
καὶ ἐροῦσιν ᾽Ανϑ' ὧν ἐγκατέλιπον τὴν διαϑήκην κυρίου ϑεοῦ αὐτῶν καὶ προσεκύνησαν ϑεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς.
Verse: 10    
Μὴ κλαίετε τὸν τεϑνηκότα μηδὲ ϑρηνεῖτε αὐτόν· κλαύσατε κλαυϑμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδῃ τὴν γῆν πατρίδος αὐτοῦ.
Verse: 11    
διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλϑεν ἐκ τοῦ τόπου τούτου Οὐκ ἀναστρέψει ἐκεῖ οὐκέτι,
Verse: 12    
ἀλλ' ἐν τῷ τόπῳ, οὗ μετῴκισα αὐτόν, ἐκεῖ ἀποϑανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι.
Verse: 13    
῏Ω οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισϑὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.
Verse: 14    
ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα ϑυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ.
Verse: 15    
μὴ βασιλεύσεις, ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου; οὐ ϕάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν.
Verse: 16    
οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ; λέγει κύριος.
Verse: 17    
ἰδοὺ οὔκ εἰσιν οἱ ὀϕϑαλμοί σου οὐδὲ καρδία σου καλή, ἀλλ' εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀϑῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς ϕόνον τοῦ ποιεῖν.
Verse: 18    
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα Οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψωνται αὐτόν ῏Ω ἀδελϕέ, οὐδὲ μὴ κλαύσονται αὐτόν Οἴμμοι κύριε.
Verse: 19    
ταϕὴν ὄνου ταϕήσεται, συμψησϑεὶς ῥιϕήσεται ἐπέκεινα τῆς πύλης Ιερουσαλημ.
Verse: 20    
᾽Ανάβηϑι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν ϕωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς ϑαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.
Verse: 21    
ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας Οὐκ ἀκούσομαι· αὕτη ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς ϕωνῆς μου.
Verse: 22    
πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνϑήσῃ καὶ ἀτιμωϑήσῃ ἀπὸ πάντων τῶν ϕιλούντων σε.
Verse: 23    
κατοικοῦσα ἐν τῷ Λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλϑεῖν σοι ὠδῖνας ὡς τικτούσης.
Verse: 24    
ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσϕράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖϑεν ἐκσπάσω σε
Verse: 25    
καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων·
Verse: 26    
καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχϑης ἐκεῖ, καὶ ἐκεῖ ἀποϑανεῖσϑε·
Verse: 27    
εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν.
Verse: 28    
ἠτιμώϑη Ιεχονιας ὡς σκεῦος, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ, ὅτι ἐξερρίϕη καὶ ἐξεβλήϑη εἰς γῆν, ἣν οὐκ ᾔδει.
Verse: 29    
γῆ γῆ, ἄκουε λόγον κυρίου
Verse: 30    
Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνϑρωπον, ὅτι οὐ μὴ αὐξηϑῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καϑήμενος ἐπὶ ϑρόνου Δαυιδ ἄρχων ἔτι ἐν τῷ Ιουδα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.